bgu.2.651
Οὐαλερίῳ Γερμανῷ ἑκατοντάρχῃ παρὰ Σαβείνου Ζωσίμου ἀπὸ τῆς μητροπόλεως καταγενομένου ἐν κώμῃ Καρανίδι. νυκτὶ τῇ φερούσῃ εἰς τὴν ιβ ἐνεπρήσθη μου ἅλων περὶ κώμην Πτολεμαίδα Νέαν ὑπό τινων, οὓς καὶ ἀγνοῶ. ὅθεν ἐπιδίδωμι τάδε τὰ βιβλίδια εἰς τὸ ἐν καταχωρισμῷ γενέσθαι πρὸς τὸ μένειν…