no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9289.
Each record below describes this same artifact or text from a different angle.
Οὐαλερίῳ Γερμανῷ ἑκατοντάρχῃ
παρὰ Σαβείνου Ζωσίμου ἀπὸ τῆς μητροπόλεως
καταγενομένου ἐν κώμῃ Καρανίδι.
νυκτὶ τῇ φερούσῃ εἰς τὴν ιβ ἐνεπρήσθη μου ἅλων περὶ κώμην Πτολεμαίδα Νέαν ὑπό τινων, οὓς καὶ ἀγνοῶ. ὅθεν
ἐπιδίδωμι τάδε τὰ βιβλίδια εἰς τὸ
ἐν καταχωρισμῷ γενέσθαι πρὸς τὸ
μένειν μοι τὸν λόγον πρὸς τοὺς φανησομένους αἰτίους. Σαβεῖνος
ἐπιδέδωκα.
ἔτους λβ Λουκίου Αἰλίου Αὐρηλίου
Κομμόδου Καίσαρος τοῦ κυρίου
Παχὼν ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.