no image
DDbDP-text
[r]
Αὐρηλίωι Ἀπολλωνιωι δεκαδάρχηι
παρὰ Αὐρηλίου Σάκεως Μαξίμου
ἀπὸ κώμης Θεοξενίδος τῆς Θεμίστου
μερίδος ποιμένος θρεμμάτων τοῦ ἀξιολογωτάτου Αὐρηλίου Ἀπιανοῦ. τῇ ιθ τοῦ ὄντος
μηνὸς Τυβι ἀνερχομένου μου ἀπὸ κώμης […] μεθ’ ὧν εἶχον θρεμμάτων τοῦ εὐσχήμονος ὡς εἰς τὴν προκειμένην κώμην Θεοξενίδα καὶ φθάσαντός μου πρὸς τοῖς μνημείοις τῆς αὐτῆς κώμης Θεοξενίδος ἐπῆλθάν μοί
τινες κακοῦργοι οὓς ἀγνοῶ και ἀπήλασάν μου ἣν εἶχον ὄνον μέλαιναν. ὅθεν
ἐπιδίδωμι τάδε τὰ βιβλίδια αὐτὸ τοῦτο φανερόν σοι ποιῶν κύριε πρὸς τὸ μένειν μοι
τὸν λόγον πρὸς τοὺς φανησομένους
αἰτίους. διευτύχει.
Σάκις ὡς ἐτῶν λε οὐλὴ γόνατι δεξιῷ.
ἔτους β Αὐτοκρατόρων Καισάρων Πουπλίου
Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου
Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν
Εὐτυχῶν Σεβαστῶν, Τυβι κβ.
[v]
[Fr,pg26-27]
[Fr,pg27]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.