no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9073.
Each record below describes this same artifact or text from a different angle.
Αὐρηλίῳ Διδύμῳ στρατηγῷ Ἀρσινοίτου
Ἡρακλείδου μερίδος
παρὰ Αὐρηλίου Στοτοήτεως
Ἐριέως ἀπὸ κώμης Σοκνοπαίου
Νήσου. ἀπὸ τῆς τρίτης τοῦ ὄντος μηνὸς Φαῶφι βοῦς ἐμοῦ
νεμομένη ἐν τῷ αἰγιαλῷ, ὁ δὲ
βούκολός μου ἀναστὰς ἕωθεν εὗρεν αὐτὴν πεφονευμένην ὑπὸ τίνος ἀγνοῶ. ὅθεν
ἐπιδίδωμι τάδε τὰ βιβλίδια
καὶ ἀξιῶ ἐν καταχωρισμῷ γενέσθαι πρὸς τὸ μένειν μοι τὸν
λόγον πρὸς τοὺς φανησομένους
αἰτίους. διευτύχει.
ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου
Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου
Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαῶφι ι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.