no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9154.
Each record below describes this same artifact or text from a different angle.
Ἱέρακι στρατηγῷ Ἀρσινοίτου
Ἡρακλείδου μερίδος
παρὰ Ἁτρῆτος Σαταβοῦτος
τοῦ Πανεφρέμμεως μητρὸς
Σεγάθιος ἀπὸ κώμης Σοκνοπαίου
Νήσου. ἀπογράφομαι ἐμαυτόν τε καὶ
τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος
κγ ἔτους Θεοῦ Αἰλίου Ἀντωνίνου
κατʼ οἰκίαν ἀπογραφήν, ἐν ᾗ καταγείνομαι ἐν οἰκίᾳ μητρικῇ ἐν τῇ
κώμῃ· εἰμὶ δὲ ὁ προγεγραμμένος
Ἁτρὴς ἐτῶν κε ἄσημος καὶ τὴν
γυναῖκά μου Ἰσάριον ἀπάτορα
μητρὸς Τανεφρέμμεως
τῆς Πανομιέως ἐτῶν ιγ ἄσημον·
ὑπάρχει δὲ αὐτῇ ἐν τῇ κώμῃ
οἰκίαι δύο καὶ τέταρτον μέρος
μαμμικόν· καὶ Ταπετσῖρις
Στοτοήτιος τοῦ Πανεφρέμμεως
μητρὸς Ταπετσίρεως
ἐτῶν ιβ ἄσημος· ὑπάρχει δὲ τῇ Ταπετσίρι οἰκίαι δύο καὶ αὐλὴ καὶ
τέταρτον μέρος παππικὸν
καὶ τέταρτον μέρος μαμμικὸν
διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν.
ἔτους α Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος
Λουκίου Αὐρηλίου Οὐήρου
Σεβαστοῦ Μεσορὴ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.