no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9223.
Each record below describes this same artifact or text from a different angle.
Κρόκῳ κωμογραμματεῖ
κώμης Σοκνοπαίου Νήσου
παρὰ Ἁτρῆτος Σαταβοῦτος
τοῦ Πανεφρέμμεως μητρὸς
Σεγάθεως ἀπὸ κώμης Σοκνοπαίου
Νήσου.ἀπογράφομαι ἐμαυτόν τε καὶ
τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος
κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνείνου
κατʼ οἰκίαν ἀπογραφὴν ἐν ᾗ καταγείνομαι ἐν οἰκίᾳ μητρικῇ ἐν τῇ
κώμῃ. εἰμὶ δὲ ὁ προγεγραμμένος Ἁτρῆς ἐτῶν κε ἄσημος καὶ τὴν γυναῖκά μου Ἰσάριον ἀπάτορα
μητρὸς Τανεφρέμμεως
τῆς Πανομιέως ἐτῶν α[…]ἄσημον.
ὑπάρχει δὲ αὐτῇ ἐν τῇ κώμῃ
οἰκίαι δύο καὶ τέταρτον μέρος
μαμμικὸν, καὶ Ταπετσῖρις
Στοτοήτεως τοῦ Πανεφρέμμεως μητρὸς Ταπετσίρεως ἐτῶν ιβ
ἄσημος. ὑπάρχει δὲ τῇ Ταπετσίρει οἰκίαι δύο καὶ αὐλὴ καὶ
τέταρτον μέρος παππικὸν
καὶ τέταρτον μέρος μαμμικὸν.
διὸἐπιδίδωμι τὴν ἀπογραφήν.
ἔτους α Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνίνου
Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος
Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ
Μεσορὴ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.