no image
DDbDP-text
Linked by Trismegistos ID
TM 9132.
Each record below describes this same artifact or text from a different angle.
Κρόκῳ κωμογραμματεῖ
κώμης Σοκνοπαίου Νήσου
παρὰ Ἁτρῆτος Σαταβοῦτος
τοῦ Πανεφρέμμεως μητρὸς
Σεγάθιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου
ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς
εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ
Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν
ἀπογραφήν, ἐν ᾗ καταγείνομαι ἐν
οἰκίᾳ μητρικῇ ἐν τῇ κώμῃ · εἰμὶ
δὲ ὁ προγεγραμμένος Ἀτρὴς ἐτῶν κε ἄσημος
καὶ τὴν γυναῖκά μου Ἰσάριον ἀπάτορα
μητρὸς Τανεφρέμμεως τῆς
Πανομιέως ἐτῶν ιγ ἄσημον· ὑπάρχει δὲ αὐτῇ ἐν τῇ κώμῃ οἰκίαι
δύο καὶ τέταρτον μέρος μαμμικὸν
καὶ Ταπετσῖρις Στοτοήτιος τοῦ
Πανεφρέμμεως μητρὸς Ταπετσίρεως ἐτῶν ιβ ἄσημος· ὑπάρχει δὲ τῇ Ταπετσῖρι οἰκίαι δύο καὶ
αὐλῆς καὶ τέταρτον μέρος παππικὸν
καὶ τέταρτον μέρος μαμμικόν ·
διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν.
ἔτους α Αὐτοκράτορος Καίσαρος
Μάρκου Αὐρηλίου Ἀντωνείνου
Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος
Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ
Μεσορὴ δ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.