no image
DDbDP-text
Letter from Apollos to Abinnaeus about his house in Alexandria. A letter from Apollos to Flavius Abinnaeus, whom he calls father, reporting on his inquiry in Alexandria into money received by the late Isas from the hostess of Abinnaeus' house there. Apollos sends Isas' receipt for 232 myriads of denarii and the household accounts, and notes that Piste has run the house since Pharmouthi. machine translation
Linked by Trismegistos ID
TM 10022.
Each record below describes this same artifact or text from a different angle.
κυρίῳ μου πατρὶ Ἀβιννέει
Ἀπολλῶς. πρὸ μὲν πάντων
εὔχομαι τὸν παντοκράτορα θεὸν
ὅπως ὑγιαίνων συ μετὰ τοῦ
οἴκου ἀπολάβῃς τὰ παρʼ ἐμοῦ γράμματα.
καθὼς ἔγραψάς μοι εἰσβῆναι ἐπὶ
τῆς Ἀλεξανδρίας καὶ μαθεῖν τί ὑπεδέξατο ὁ ἀείμνηστος Ἰσᾶς ἀπὸ τῆς
ὅσπιτος τῆς οἰκίας σου, καὶ εὗρον
αὐτὸν λαβόντα ἐξ ἐπιστολῆς σῆς
μυριάδας διακοσίας τριάκοντα
δύο καὶ δέδωκεν αὐτῶν χειρία
τῇ ὅσπιτι. ἰδοὺ οὖν ἀπέστειλά σοι
καὶ τὴν χεῖρα ἣν δέδωκεν Ἰσᾶς
τῶν διακοσίων τριάκοντα δύο μυριάδων καὶ ὅλον τὸ λογάριοντῆς
οἴκίας καὶ τῶν ψωμίων· ἀπὸ δὲ τοῦ Φαρμοῦθι μηνὸς Πίστη παρέλαβεν
τὴν οἰκίαν σου καὶ τοὺς ἄρτους μέχρι
τοῦ δεῦρο· προσέεικεν γὰρ ὁ Ἰσᾶς
τοῖς ἐν ἀγροῖς καὶ παρέδωκεν αὐτὴν
τῇ Πίστῃ, καὶ ὑπεδέξατο καὶ παρὰ
…αλείου ἐκ σῆς ἐπιστολῆς τῆς σῆς πάλιν
τοῦτο ὁ Ἰσᾶς μυριάδας πεντήκοντα ‡2‡2 ν καὶ οἴνου κεράμια δύο .
ἀσπάζομαι ὑμᾶς πάντας κατʼ ὄνομα.
ἐρρῶσθαι σε
εὔχομαι πολλοῖς χρόνοις
ἀπόδος Ἀβιννέει
Ἀπολλῶς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.