no image
DDbDP-text
Apion to Ammonianus via HGV-meta
Letter from Apion to his father Ammonianos about payments and overdue money. A private letter from Apion to his father Ammonianos, who was apparently in Alexandria, asking him to make several payments in solidi and myriads of denarii to a man named Horigas and complaining that the rest of the money and goods had not been sent. It dates to the 4th century AD and comes from Oxyrhynchus. machine translation
Linked by Trismegistos ID
TM 33121.
Each record below describes this same artifact or text from a different angle.
κυρίῳ μου πατρὶ Ἀμμωνιανῷ
Ἀπίων χαίρειν.
τῇ θείᾳ προνοίᾳ εὔχομαί σε ὑγιαίνειν καὶ εὐθυμοῦντα ἀπολαβεῖν τὰ παρʼ ἐμοῦ γράμματα.
σπούδασον, κύριέ μου πάτερ, δοῦναι Ὡριγᾶτι
εἰς λόγον τη…… μυριάδα μυριάδων
μίαν καὶ μυριάδας δισχιλίας , καὶ εἰς
λόγον τοῦ μεγάλου ἄξονος νομισμάτιον α
μυριάδας Βτπ καὶ ποίησον Χοῶν τὸν βοηθὸν
Ἡρακλείου παρασχεῖν τῷ αὐτῷ Ὡριγᾶτι
εἰς λόγον τῶν πορφυρῶν νομισμάτια β, μυριάδας …ψπ.
καὶ περὶ Μαξεντίου κατέσχον τὸ ναῦλον
αὐτοῦ ε……[…]…φασι…… καὶ ἀντέστη ὅτι, ἤδη……δέδωκα αὐτῷ
καὶ ἤδη ἐξέπλεξα μετʼ αὐτοῦ, καὶ οὕτως
ἐπλήρωσα αὐτόν. καὶ περὶ τῆς ἐπιμελείας
θαυμάζομεν ὑμᾶς πῶς ἀφεῖτε ἡμᾶς,
καθήμενοι ἐπὶ τῆς Ἀλεξανδρείας,
μηδὲν ποιοῦντες, μηδὲ ἀποστέλλοντες
τὴν λοιπάδα τῶν ἀργυρίων ὧν ἐχειρογραφήσατε κα, ὡς, εἰ ἀποστέλλετε τὴν
λοιπάδα, ἐν τάχει ἀποστείλατε εἰ δὲ μή,
γράψατε ἡμῖν. τὴν λοιπάδα δὲ τῶν
ἀκανθίνων ἀποστείλατε ἐν ψιαθίοις
δύο . καὶ περὶ τῶν δύο ἀρταβῶν τῶν
κολλουρίων ὧν ἔγραψά σοι τοῦ Σερήνου
τοῦ ἑκατοντάρχου ἀποστείλατε. ἄσπασον τοῦς ἡμῶν
πάντας κατʼ ὄνομα. ἐρρῶσθαι εὔχομαι
πολλοῖς χρόνοις.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.