no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter from Maximianus to his father Apion about oil, money and purple. A private letter from Aurelius Maximianus to his father Aurelius Apion about business troubles: a man and one Plotion have failed to hand over oil, wine, money and a donkey. He asks his father to write to the man and to send purple dye or wool by the pack animals, including some for Herakleides. machine translation
Linked by Trismegistos ID
TM 30580.
Each record below describes this same artifact or text from a different angle.
[r]
Αὐρήλιος Μαξιμιανὸς Αὐρηλίῳ Ἀπίωνι
τῷ πατρὶ πλεῖστα χαίρειν.
πρὸ παντὸς εὔχομαί σε τὰ ἐν βίῳ κάλλιστα
ὑπαρχθῆναι. γινώσκειν σε θέλω, ὅτι ὁ ἄνθρωπος οὐκ ἔδωκε ἡμῖν τὰ ἔλαια οὐδὲ Πλωτίων
ἔδωκε ἡμῖν κέρμα, ὥστε ἡμᾶς ἀγοράσαι,
καὶ οὐκ ἔδωκε ὑλιστὰ οἰνάρια καὶ γεγόμωκα τοὺς καμήλους καὶ τὸν τῆς ὄνου γόμον ἐποίησα, καὶ οὐκ ἔδωκε ἡμῖν τὴν ὄνον. ὑπονοῶ
δὲ ὅτι ὑπάγει εἰς τὴν μεγάλην. διὰ τοῦτο οὐκ ἔδωκε τὸν χαλκόν. κέκμηκα μετʼ αὐτοῦ ὥστε
δοῦναι τὸ κέρμα τοῦ ἀνθρώπου καὶ οὐκ ἔδωκεν. τὰ δὲ ἐνεχθέντα μοι δραχμαὶ ω, ἔδωκα τῷ
ἀνθρώπῳ ἀπʼ αὐτῶν δραχμὰς χ. ἤθελε δὲ πάλιν
δοῦναί μοιτὰ παρʼ ἐμοῦ. ἐὰν μὴ γράψῃς αὐτῷ
δοῦναι αὐτὰ ἐμοὶ οὐ δίδωσι. πέμψον διὰ τῶν κτηνῶν
ἃ εἶπόν σοι μνᾶς δύο πορφύρας καὶ τὴν πορφύραν τῶν ἱματίων, καὶ ὁμοίως πέμψον Ἡρακλείδῃ πορφύρας μνᾶν α μεγάλων κύκλων.
ἀσπάζεταί σε Ἡρακλείδης καὶ οἱ ἡμῶν πάντες
κατʼ ὄνομα. ἀλλʼ ὅρα, μὴ ἄλλως ποιήσῃς περὶ τῆς
πορφύρας τῶν μεγάλων κύκλων.
ἐρρῶσθαί σε εὔχομαι πανοικὶ διὰ παντὸς
εὐτυχοῦντα.
[v]
Αὐρηλίῳ. Ἀπίωνι παρʼΑὐρηλίου ΜαξιμιανοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.