no image
DDbDP-text
Letter from Sarapion to his patron Abinnaeus about a task. A private letter from Sarapion to his patron Flavius Abinnaeus, commander (praepositus) of the fort at Dionysias, telling him that a piece of work can be done at once if Abinnaeus comes, and sending greetings to his household. It dates to about AD 346, probably from Philadelphia in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10023.
Each record below describes this same artifact or text from a different angle.
τῷ κυρίῳ μου καὶ πάτρωνι Ἀβεννέῳ πραιποσίτῳ
Σαραπίων πλεῖστα χαίρειν.
προηγουμένως εὔχομαι τῇ θείᾳ προνοίᾳ περὶ
τῆς ὑγιείας σου καὶ ὁλοκληρίας. καθὼς ἐξῆλθα
ἀπʼ ἐσοῦ, κύριε, λέγων ὅτι καταλαμβάνω σε,
καὶ ποιῶ. ἐάν σοι οὖν δοκεῖ, κύριε, ἐλθεῖν πρὸς
ἡμᾶς, καὶ εὐθέως γείνεται τὸ ἔργον·
ἐξήτακα γὰρ, καὶ λέγουσιν ὅτι δυνατόν ἐστιν.
ἀσπάζομαι τὴν Νόνναν καὶ τὸν γλυκύτατον
Κωνστάντιν. ἀσπάζομαι Μαρτύριον. ἀσπάζομαι
Εὐφρόνιν. ἀσπάζομαι Σύρον δομεστικὸν
καὶ τὴν μητέρα αὐτοῦ καὶ τὸν πατέρα.
ἀσπάζομαι Μαξενθίαν καὶ Κυρακὸν
καὶ Σαμπαθίαν καὶ πάντας τοὺς ἐν τῇ
οἰκίᾳ ὅλους κατʼ ὄνομα. ἐρρῶσθαί σε
εὔχομαι πολλοῖς χρόνοις,
κύριε πάτρων.
ἀπόδος τῷ κυρίῳ μου καὶ πάτρωνι Ἀβεννέῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.