no image
DDbDP-text
Letter from Paesis to the praepositus Ameneus about recruiting men at Karanis. Letter from Paesis to his patron Ameneus, a praepositus pagi, protesting his loyalty and reporting his efforts, with his son who served in the prefect's office, to round up men at Karanis. He detained the eirenarch, and the villagers offered 2 solidi and 50 talents of silver. Mid-4th century AD, probably from Philadelphia in the Fayum. machine translation
Linked by Trismegistos ID
TM 32673.
Each record below describes this same artifact or text from a different angle.
[r,ctr]
τῷ δεσπότῃ μου καὶ κυρίῳ μου
πραιποσίτῳ Παήσιος·
οἶδας τὴν προαίρεσίν μου ὅτι ὁποίαν
προαίρεσιν ἔχω καὶ οἶδας τὴν γνώμην μου ὅτι γνώμη ὅποιά ἐστιν.
μάτυρός ἐστιν ὁ θεὸς ὅτι οὐ διὰ λῆμμα
μάχομαι ἀλλὰ μάχομαι διὰ σέ. ἐπειδὴ
πράσσεις θέλω σε πάντοτε καλῶς
ἔχειν ἀλλὰ θέλομέν σε ἐξ ὀλίγου
λημματισθῆναι, τοῦτο γὰρ παρὰ
πάντας καλῶς ἐστὶν καὶ παρὰ θεῷ.
ἐξέτασον Ἥρωνα τὸν ἐλθόντα
μετὰ τῶν σῶν γραμμάτων μὴ
εὑρεθέντος μου ἐν τῇ ἡμετέρᾳ μου
κώμῃ ἀλλὰ ἐν τῇ Καρανίδι· ὁ υἱός
μου δὲ ὁ στρατευόμενος ἐν ὀφφικίῳ
ἐπάρχου Αἰγύπτου ἦλθεν μεθʼ ἑαυτοῦ
πρός με ἐν τῇ Ἀγραρίου· ἐποιήσαμεν γὰρ τρεῖς ἡμέρας ἐν τῇ Καρανίδι
κοινότεροι καὶ οὐκ ἐδυνήθημεν
ἕνα ἄνθρωπον ἀποσπάσαι ἐκεῖθεν.
κατέσχαμεν δὲ τὸν εἰρήναρχον θέλοντες αὐτὸν ἀποσπάσαι· ελ…[…]λθη συνόλη
ἡ κώμη ὅτι οὐδένα ἐπετρέπομεν
ἐκβῆναι ἀπὸ τῆς κώμης. ἔδωκαν
δὲ ὑμῖν, ἐάν σοι δοκεῖ, νομισμάτια δύο
καὶ ἀργυρίου τάλαντα πεντήκοντα .
ἀσπάζομαί σε ἅμα μετὰ τῶν παιδίων σου
τοῦ ἀβασκάντου σου οἴκου
[r,ms]
καὶ ἂν εὐτυχῶς ἐπιδημήσῃς ἐξέτασον περὶ τοῦ πράγματος τούτου ὅτι οὐδεμία διαφορὰ οὔκ ἐστιν.
καὶ ἀπελθόντων ἡμῶν ἐκεῖσε εὑρήκαμεν τὸν πραιπόσιτον τοῦ πάγου ἐκεῖσε καὶ οὐκ ἠθελήσαμεν
τὸ πρᾶγμα κινῆσαι, καὶ ἂν θέλῃ ὁ θεὸς μετʼ ἐσοῦ εἰμί.
[v]
τῷ δεσπότῃ μου καὶ πάτρωνι Ἀμενέῳ πραιποσίτῳ Παήσιος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.