no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter to a master protesting a patrician's removal of Pousis. A private letter, probably of the 7th century AD, from a group of people to their master protesting that a patrician has taken away Pousis the son, and insisting that only their master's authority may give them orders. They ask for a written reply and also raise a matter concerning water. machine translation
Linked by Trismegistos ID
TM 39291.
Each record below describes this same artifact or text from a different angle.
[r]
☧ ἀπεστείλαμεν τῷ ἡμῶν δεσπότῃ λόγον ἕνα ἐπειδὴ ἠκούσαμεν ὅτι
ἔπεμψεν ὁ πατρίκιος καὶ ἔφερεν Ποῦσιν τὸν υἱὸν παρὰ απ…[…]ενηρου ἔθος ἔχων
λαβεῖν τὸν μισθὸν αὐτοῦ ἐκεῖ· καὶ ἀκούσαντες τὸν λόγον οὐκ ἀνεχόμεθα,
οὕτως τὰ σώματα ἡμῶν βάλλοντες εἰς θάνατον, θέλοντες ἵνα προσίωσιν
αἱ ἀποκρίσεις τῆς σῆς ἐξουσίας. καὶ οἶδεν ὡ ἡμῶν δεσπότης ὅτι μικρὸν ἐὰν ποιῇ ἓν
καὶ εἰς ἄλλο χειροῖ Ποῦσιν. καὶ ἐὰν ἄλλος τίς ποτε κελεύῃ πρᾶγμα εἰ μὴ ἡ ἐξουσία
ὑμῶν οὐ δυνάμεθα ἀνασχέσθαι ἵνα ποτʼ ἄλλος κελεύῃ πρᾶγμα ἡμῶν· καὶ ποίησον
γράψαι ἡμῖν τὴν ἀπόκρισιν. ἤθελεν γὰρ Κυριακὸς ἐλθεῖν καὶ οὐκ ἔλαβε αὐτὸν·
[v]
☧ καὶ ἐὰν ἔλθῃ, καὶ ἐγὼ ἔρχομαι·
εἰ μὴ γὰρ ἀφορμὰς ἤθελεν ὁ πατρίκιος,
ποία ἐστιν ἡ δύναμις …ς.
ἕνεκεν τοῦ νηροῦ, ὅπου θέλει δοθῆναι
τὸν νηρὸν αλλ[…]ντος, τὰ γράμματα
καταλάβωσιν ἡμᾶς ἐπειδὴ πάνυ
ὀλιγωροῦμεν εἰς τοῦτο, δέσποτα. ☧
† δεσπότῃ ἡμῶν […]……Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.