no image
DDbDP-text
Letter from Apa Mios asking for nets against gazelles. A Christian letter from Apa Mios to his 'brother' Amenneus, probably the army officer Flavius Abinnaeus, asking to borrow linen hunting nets for a few days because gazelles are ravaging the crops. It belongs to the Abinnaeus archive, around AD 346, probably from the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10051.
Each record below describes this same artifact or text from a different angle.
τῷ ἀγαπητῷ ἀδελφῷ Ἀμεννέῳ
ἄπα Μειός ἐν κυρίῳ χαίρειν.
εὐχαριστῶ τῷ θεῷ περὶ τῆς ὑμῶν
ὁλοκληρίας ἵνα ῥύσει σε ἀπὸ λ…
σαι[…]αριου. οἴδαμεν τὸ
σπουδαῖον σου καὶ τὴν ἀγάπην σου εἰς ἡμᾶς·
διὰ τὸν θεὸν ταῦτα ποιεῖς, καὶ ἐγὼ
εὔχομαι αὐτῷ ἵνα ἀνταποδώσει
σοι τὴν ἀγάπην ἣν ποιεῖς· διʼ αὐτοῦ γὰρ ποιεῖς. ἔπειτα γράψω
σοι, ἄδελφε· ἤκουσα γὰρ ὅτι κεῖται
εἰς τὰ σίγνα λίνα· εἰ δύνατόν
ἐστιν ἀπόστειλόν μοι αὐτὰ
ὀλίγας ἡμέπας, ἐπειδὴ τὰ δορκάδια ἀφανίζουσιν τὰ σπόριμα.
εἰ δὲ οὐκ ἔχεις εἰς τὰ σίγνα
τάχα εὑρίσκειςεἰς
ἀλλαχοῦ· ἁπαξαπλῶς πέμψον
μοι ὀλίγα, καὶ ἐν τάχει πέμπω σοι αὐτά, οἶδα γὰρ ὅτι ποιεῖς
πλέον ὧν εἴρηκά σοι. ἔπεμψά σοι δέρμα ὑένας διὰ Σαίρεως· ἀσπάζομαι πάντας
τοὺς ἐν τῇ οἰκίᾳ κατʼ ὄνομα.
ὁ κύρῑος ὁ θεὸς
διαφυλάξῃ σε. ἄπα Μιῶς.
ἐρρῶσθαί σε ἐν κυρίῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.