no image
DDbDP-text
Letter from Apa Mios to Aminneus about a camel shipment of wine. A Christian letter from Apa Mios to his 'brother' Aminneus about sending wine in spathia by camel drivers of Apollonios' group, asking him to pay them promptly and release them because of a festival. It belongs to the archive of Abinnaeus, around AD 346, probably from Philadelphia in the Arsinoite nome. machine translation
Linked by Trismegistos ID
TM 10065.
Each record below describes this same artifact or text from a different angle.
ἄπα Μιὸς τῷ ἀγαπητῷ
ἀδελφῷ Ἀμιννέῳ ἐν κυρίῳ χαίρειν.
πρὸ τῶν πάντων εὔχομαι τῷ
θεῷ περὶ τῆς σωτηρίας σου.
καθὼς ἔγραψας περὶ σπαθίων οἴνου, ὡς δύο καμήλων
ἢ τριῶν εὐκαιρίαν εὑρὼν
τοὺς περὶ Ἀπολλώνιον
ἠξίωσα αὐτοὺς καὶ ἠνάγκασα αὐτοὺς καὶ ἔπεμψά
σοι· ἵνα οὖν πληρώσῃς
αὐτοὺς τὴς τιμὴν καὶ
αὐτῆς τῆς ὥρας ἀπολύσῃς αὐτοὺς, διότι οἶδας
καὶ αὐτὸς ὅτι ἑορτή ἐστιν,
καὶ ἐδεήθησάν με πολλήν. μὴ κατασχῇς οὖν αὐτοὺς διὰ ἄλλην ἡμέραν.
οὐχ εἶχονἐμαυτῷ
ἀποκείμενα ὅσον οὖν ἔμαθα ὅτι οὐκ ἔχεις πέμψω σοι, καὶ ἐὰν
ἔλθωσι πρὸς σὲ οἱ ἀδελφοὶ
ποιήσῃς αὐτοῖς τὸ
ζμῆμα γενέσθαι καὶ πέμψῃς.
ἀσπάζομαί σε καὶ πάντας
τοὺς ἐν τῷ οἴκῳ σου, καὶ ἐὰν εὐσχολῇς ἐλθὲ πρὸς ἡμᾶς
ἵνα σε ἴδωμεν, ὁ θεὸς δὲ
διαφυλάξῃ σε. ἄπα Μιῶς.
ἀσπάζομαι Σῦρον καὶ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ.
τῷ ἀγαπητῷ ἀδελφῷ Ἀμιννέῳ ἄπα ΜιόςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.