no image
DDbDP-text
Private Letter via HGV-meta
Letter to a brother about grain, cheeses, wool and other supplies. A private letter, without its opening, to a 'brother' reproaching him for not sending grain and giving instructions about wool, tow, cheeses for monks, wood, a purchase for a woman named Arkadia, and collecting dues while the landowner is away. It dates to the 4th or 5th century AD. machine translation
Linked by Trismegistos ID
TM 32375.
Each record below describes this same artifact or text from a different angle.
ἠμέλησας μὴ πέμψας συντόμως τὸν σῖτον μάλιστα μηδενὸς ἐνταῦθα ὄντος. καὶ γὰρ ἐφʼ ἑκάστης ὁ ἄνθρωπος
ἔρχεται πρὸς ἡμᾶς λέγων ὅτι εἰ μὲν πέμπει μοι ετιμαι, εἰ δὲ μὴ λάβω ἄλλῃ. βλέπε δὲ εἰ δύνῃ πηδῆσαι συ…π…
πρὸς τὸν γεωργὸν Ἀρίου, ἐπεὶ ἦλθεν πολλὰ λέγων ὅτι παρήγγειλέν μοι μὴ ἀπελθεῖν πρὸς ἡμᾶς μηδὲ […]κ…
ἀπενεγκεῖν αὐτοῖς. μὴ οὖν ἀμελήσῃς περὶ τούτου. ἔτι γὲ μὴν φρόντισον διὰ τὰ ἐρίδια καὶ τὰ στυππεῖα. λέγουσιν δὲ
οἱ μοναχοὶ ὅτι εἰ τοιαῦτά εἰσιν τὰ τυρία, πλε…ν μὴ ἐνέγκῃ ἡμῖν, ἔτι ἀποίητα γάρ εἰσιν. καὶ διὰ τὰ …
τὰ τρυγητικά. καὶ εἴπερ ἀγοράζεις ἡμῖν μὴ ἀμελήσῃς δὲ καὶ διὰ τὴν ἀπαίτησιν ἐν ὅσῳ ἐκτός ἐστιν
ὁ γεοῦχος, οἶσθα γὰρ αὐτὸν ὁποῖός ἐστιν. πέμψον δὲ ἡμῖν ξύλα, καὶ γὰρ ἡ ὁδὸς καθαρά ἐστιν. λέγει δὲ
Ἀρκαδία ὅτι ἀγόρασόν μοι τύλην καθʼ ὁμοιότητα τῆς σοῦ. τὰ τυρία δὲ Ἰωάννου τὰ ἐπὶ ταμιείωι
πέμψον αὐτῶι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις τιμιώτατε ἄδελφε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.