no image
DDbDP-text
Sale of Vacant Ground, at the Office of the Agoranomus via HGV-meta
Linked by Trismegistos ID
TM 2648.
Each record below describes this same artifact or text from a different angle.
βασιλεύοντος Πτολεμαίου θεοῦ Εὐεργέτου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν καὶ βασιλίσσης Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς θεῶν Εὐεργετῶν ἔτους λϛ, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείᾳ Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Εὐπάτορος καὶ θεῶν Εὐεργετῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείᾳ, ἐν δὲ Πτολεμαΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέων πτολεμαίου μὲν Σωτῆρος καὶ βασιλέως Πτολεμαίου θεοῦ Εὐεργέτου καὶ Σωτῆρος ἑαυτῶν Εὐχαρίστου καὶ Πτολεμαίου Φιλαδέλφου καὶ Πτολεμαίου Εὐεργέτου καὶ Πτολεμαίου Φιλοπάτορος καὶ Πτολεμαίου θεοῦ Ἐπιφανοῦς Εὐχαρίστου καὶ Πτολεμαίου θεοῦ Φιλομήτορος καὶ Δικαιοσύνης καὶ Πτολεμαίου θεοῦ Φιλομήτορος καὶ Πτολεμαίου θεοῦ Εὐπάτορος καὶ ἱερειῶν βασιλίσσης μὲν Κλεοπάτρας τῆς ἀδελφῆς καὶ βασιλίσσης Κλεοπάτρας τῆς γυναικὸς καὶ βασιλίσσης Κλεοπάτρας τῆς θυγατρὸς καὶ Κλεοπάτρας τῆς μητρὸς θεᾶς Ἐπιφανοῦς καὶ κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῶν ὄντων καὶ οὐσῶν ἐν Πτολεμαΐδι τῆς Θηβαΐδος, μηνὸς Μεσορὴ ἑβδόμηι καὶ εἰκάδι ἐν Κροκοδίλων πόλει τοῦ Παθυρίτου ἐπὶ Διοσκουρίδου ἀγορανόμου. ἀπέδοτο Πτόλλις Ἑρμοκράτου Πέρσης τῶν Βοήθου τακτόμισθος ὡς ἐτῶν με εὐμεγέθης μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν, οὐλὴ ὑπὲρ ὀφρὺν ἀριστεράν, ἄλληι καρπῶι ἀριστερῶι, καὶ Νεχοῦθις Πεκύσιος Περσίνη ὡς ἐτῶν με μέση μελάγχρως μακροπρόσωπος εὐθύριν μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Χαλήιος τοῦ Μοσχίωνος Πέρσου τῶν Βοήθου τακτομίσθου ὡς ἐτῶν λε μέσου μελιχρόου ὑποκλαστοῦ μακροπροσώπου εὐθύρινος ?, καὶ αὐτὸς Χαλῆις, καὶ Ἁρπαῆσις Κρούριος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν δέκα ἐννέα μέσος μελίχρως τετανὸς μακροπρόσωπος εὐθύριν ἀναφάλακρος ἡσυχῆ, ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς ἐν τῶι ἀπὸ βορρᾶ μέρει Παθύρεως ψιλοῦ τόπου πήχεις στερεοὺς ἑπτὰ , ὧν εἶναι Πτόλλις μὲν πήχεις στερεοὺς τρεῖς , Νεχοῦθις δὲ καὶ Χαλῆις πήχεις στερεοὺς τρεῖς , Ἁρπαῆσις δὲ πῆχυν στερεὸν ἕνα , εἰς πλήρωσιν τῶν προγεγραμμένων πηχῶν στερεῶν ζ γείτονες τοῦ ὅλου τόπου νότου οἰκία Ψεννήσιος τοῦ Κατύτιος, βορρᾶ περιστερὼν Ἡρακλείδου καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου ὁδὸς βασιλική, λιβὸς δρυμὸς ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ἰσίδωρος Θέωνος Πέρσης τῶν Βοήθου τακτόμισθος ὡς ἐτῶν λε μέσος μελίχρως ὑποκλαστὸς μακροπρόσωπος εὐθύριν ὑποχάροπος χαλκοῦ νομίσματος ταλάντου ἑνὸς δραχμῶν δισχιλίων . προπωληταὶ καὶ βεβαιωταὶ τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Πτόλλις καὶ Νεχοῦθις καὶ Χαλῆις καὶ Ἁρπαῆσις οἱ ἀποδόμενοι, οὓς ἐδέξατο Ἰσίδωρος ὁ πριάμενος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.