no image
DDbDP-text
βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι τῆι ἀδελφῆι
θεοῖς Φιλομήτορσι χαίρειν
Μαρεπάθις Σισούχου καὶ Πατκῶς Ὀννώφριος καὶ Τεσενοῦφις
Μάρρεως καὶ Φατρῆς Θοτοῆτος καὶ Ἁρπ[…]Ἀμαράντου
βασιλικοὶ γεωργοὶ τῶν ἀπὸ τῆς Σοκνοπαίου Νήσου τῆς
Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐνεστηκυίας
ἡμῖν καταστάσεως ἐπὶ Ζωπύρου τοῦ ἐπιμελητοῦ καὶ Πετεαρψενήσιος τοῦ βασιλικοῦ γραμματέως συνεδρευόντων
καὶ τῶν ἐν τῶι προειρημένωι νομῶι τὰ βασιλικὰ καὶ προσοδικὰ καὶ ἰδιωτικὰ κρινόντων χρηματιστῶν ὧν εἰσαγωγεὺς Δεξιὸς πρὸς Τεσενοῦφιν τὸν κωμαρχήσαντα τὴν
προειρημένην κώμην ἀφʼ ὧν ἐπιδεδώκαμεν αὐτοῖς
ἐνφανισμῶν περί τινων ἀδικημάτων καὶ παραλογειῶν
σίτου τε καὶ χαλκοῦ καὶ ἤδη τῶν καθʼ ἡμᾶς εἰσαγομένων
πυνθανόμεθα τὸν ἐνκαλούμενον Τεσενοῦφιν μετὰ συνηγόρων συνκαθίστασθαι, προστεταχότων τῶν προγόνων
ὑμῶν διὰ τοῦ ὑποκειμένου προστάγματος τοὺς προσπορευομένους συνηγόρους πρὸς τὰς προσοδικὰς κρίσεις
ἐπὶ βλάβῃ τῶν προσόδων πρᾶξαι εἰς τὸ βασιλικὸν διπλοῦν
τὸ ἐπιδέκατον καὶ τούτοις μηκέτι ἐξεῖναι συνηγορῆσαι
δεόμεθʼ ὑμῶν τῶν μεγίστων θεῶν εἰ ὑμῖν δοκεῖ
ἀποστεῖλαι ἡμῶν τὴν ἔντευξιν ἐπὶ τοὺς αὐτοὺς χρηματιστὰς ὅπως ἐπὶ τῆς διαλογῆς τῶν ἐντεύξεων συντάξωσιν τῶι Τεσενούφει μὴ μετὰ συνηγόρου συνκαθίστασθαι.
τούτου γὰρ γενομένου οὐθὲν τῶν ὑμῖν συμφερόντων
διαπεσεῖται.
εὐτυχεῖτε.
βασιλεὺς Πτολεμαῖος Ἀπολλωνίωι χαίρειν. ἐπειδή τινες
τῶν ὑπογεγραμμένων συνηγόρων προσπορεύονται πρὸς τὰς
προσοδικὰς κρίσεις καταβλάπτοντες τὰς προσόδους, σύνταξον
ὅπως πραχθῶσι εἰς τὸ βασιλικὸν οἱ συνηγορήσαντες διπλοῦν
τὸ ἐπιδέκατον καί τούτοις μηκέτι ἐξέστω συνηγορῆσαι περὶ μηθενὸς πράγματος. ἐὰν δέ τις τῶν καταβλαπτόντων τὰς προσόδους
ἐλεγχθῆι συνηγορήσας περὶ πράγματός τινος, αὐτόν τε
πρὸς ἡμᾶς μετὰ φυλακῆς ἀποστείλατε καὶ τὰ ὑπάρχοντα αὐτοῦ
καταχωρίσατε εἰς τὸ βασιλικόν.
ἔτους κζ Γορπιαίου ιε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.