Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.amh.2.35

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 8621. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[r,ctr] Ἀπολλωνίωι τῶν πρώτων φίλων καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ τῶν ἱερέων τοῦ Σοκνοπαίου θεοῦ μεγάλου καὶ Ἴσιος Νεφορσῆτος θεᾶς μεγίστης καὶ τῶν συννάων θεῶν καὶ βασιλικῶν γεωργῶν τῶν ἐκ τῆς Σοκνοπαίου Νήσου. τῆι ιη τοῦ Ἐπεὶφ τοῦ λη ἔτους καιροτηρήσας ἡμᾶς ἀσχολουμένους ἐν Κροκοδίλων πόλει Πετεσοῦχος ὁ λεσῶνις τοῦ Σοκνοπαίου θεοῦ μεγάλου καταβὰς εἰς Διονυσιάδα καὶ παραλογισάμενος τοὺς παρʼ ἡμῶν γεωργοὺς Τεῶν καὶ Στοτοῆτιν ὡς ἀπεσταλμένος ὑφʼ ἡμῶν ἐπὶ τὴν παράλημψιν τῶν ἐκφορίων ἧς γεωργοῦσι ἱερᾶς γῆς Σοκνοπαίου θεοῦ μεγάλου βιασάμενος αὐτοὺς ἐπὶ τῆς ἅλω μετενήνοχεν πυροῦ ἀρτάβας σκε ἐπὶ τὴν τοῦ Πααλᾶτος οἰκίαν, ὑπὲρ ὧν ἐντυχόντες σοι ἐπὶ τοῦ Πρεμὶτ τῆι κβ τοῦ αὐτοῦ μηνὸς καὶ προσκαλεσάμενος τὸν Πααλᾶσιν κατεγγεγύηκας τὸν πυρὸν τοῦ Σοκνοπαίου θεοῦ μεγάλου, ὑπὲρ ὧν κεχειρογράφηκεν τὸν βασιλικὸν ὅρκον Πετεσοῦχος ὁ λεσῶνις ὑπὲρ τοῦ μὴ ἐφάψεσθαι τῶν ἐκφορίων τῆς γῆς κατὰ μηδένα τρόπον ἐν τῆι γεγονυίᾳ ἡμῶν πρὸς αὐτὸν συναλλάξει τῆς λεσωνείας τοῦ λη ἔτους καὶ παραβεβηκότος τὰ τῆς χειρογραφίας. ἐπεὶ οὖν σέσωσαι ἐν τῆι ἀρρωστίαι ὑπὸ τοῦ Σοκνοπάϊτος θεοῦ μεγάλου καὶ Ἴσιος Νεφορσῆτος θεᾶς μεγίστης καὶ τῶν συννάων θεῶν ἀξιοῦμεν ἐὰν φαίνηται συντάξαι καταχωρίσαι ἡμῶν τὸ ὑπόμνημα παρὰ σοὶ ἐν χρηματισμᾷ πρὸς τὴν ἐσομένην ἡμῖν πρὸς τὸν Πετεσοῦχον τὸν λεσῶνιν κατάστασιν ὅπως μὴ ἐξῆι αὐτῶι ἐφάπτεσθαι τοῦ πυροῦ καὶ γράψαι Ἀπολλωνίωι τῶι ἐπιστάτει καταστῆσαι αὐτὸν ἐπὶ σὲ πρὸς τὴν τούτων διεξαγωγήν, ἵνʼ ἐὰν ἦι ταῦθʼ οὕτως ἔχοντα ἡμεῖς μὲν κομισώμεθα τὰς σκε ἀρτάβας πυροῦ εἰς τὸν τοῦ θεοῦ λόγον, περὶ δὲ ἧς πεποίηται βίας καὶ χειρογραφίας διαλαβεῖν [r,ms] περί αὐτοῦ μισοπονήρως πρὸς ἐπίστασιν ἄλλων ὅπως δυνώμεθα ἐπιτελεῖν τὰ νομιζόμενα τοῖς θεοῖς ὑπὲρ τε τοῦ βασιλέως καὶ τῶν βασιλικῶν τέκνων τυχόντες τῆς παρὰ σοῦ ἀντιλήμψεως. εὐτύχει. ἔτους λη Ἐπεὶφ κβ. [v] [… 1 line lost …]

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.