no image
DDbDP-text
[r]
Ἠπιόδωρος τῶι λεσώνει
καὶ τοῖς ἱερεῦσι τοῦ Σοκνοπαίου χαίρειν. χωρισθεὶς
ὑμῶν εὗρον ὑπʼ Ἀρείου
διεσταλμένας ἀπὸ τῆς
γῆς τὰς κρατίστας ἀρούρας κα
καὶ μεμισθωμένας τισὶ
τῶν Ἑλληνῶν, εἰς δὲ τὸν
τοῦ θεοῦ κλῆρον τῆς χειρίστης καταλελειμμένας
τὰς πάσας ἀρούρας κε. ὅθεν
ὑμῶν μηδεμίαν πρόνοιαν ποιησαμένων ἠναγκάσθην παραγενομένων τῶν
γραμματέων ἐπὶ τὴν
διαγραφὴν μετὰ πολλοῦ
ἱδρῶτος ἀποστῆσαι τῆς
γῆς τὸν Ἄρειον, καὶ δοὺς
τῶι τοπογραμματεῖ καὶ τῶι
κωμογραμματεῖ καὶ τοῖς
ἄλλοις ἀργυρίου στατῆρας η τὴν
τε γῆν ἐκ πλήρους κομισάμενος[…]ε……
[… ? lines lost …]
[v]
ἐπηκολουθήκαμεν τῆι
διαστολῆι τῆς γῆς καὶ
Σοχώτης παρ[…]…εν.
[… 2 lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.