no image
DDbDP-text
[r]
Ὑπερέχιος Ἀπολλωνίῳ
παραλημπτῇ χαίρειν.
περὶ τοῦ κοβαλισμοῦ τοῦ χόρτου τοῦ ὑπὸ Ἀνικήτου σπαρέντος
εἰ ἅμαξαι αἱ τρεῖς ἐπαύσαντο, δύο μὲν αὐτῶν τοῦ ἄρακος τοῦ παρʼ Ἀπενᾶτι πρὸς κοβαλισμὸν σκολασάτωσαν, ἡ δὲ
ἄλλη μία τὸν χόρτον τὸν ἐκταγέντα ταῖς τροφαῖς τῶν βοῶν
τῶν παρʼ ὑμῖν ἀπὸ τοῦ ἀγορασθέντος χόρτου παρὰ τῶν ἀπὸ Τεμσεὺ Μώρων ἐκταγήτω, ἵνα τοῦτον εἰς τὸν τόπον τῆς ἁλωνίας τῆς ἐκ λιβὸς τῆς ἐπαύλεως τῆς Σιναρχέβεως παρενέγκῃ καὶ ἀποστείλητε ἐκεῖ βοὰς ἀπὸ τῆς ἐπαύλεως
τῆς παρʼ ὑμῖν καὶ κυκλεύητε τὸν τοῦτον. τὰ τῆς Πέσλας
[…]…ι […]ρη……ει…πρη…ντας……[…]…[…]…[…]
παρενεχθῆναι δυνηθήσεται εἰς τὴν παρʼ ὑμῖν χορτοθήκην. ἀλλʼ ἤδη τοῦτο ποίησον καὶ Πινουτίωνα τὸν
φροντιστὴν καὶ Σιλβανὸν τὸν βουκόλον μετὰ σεαυτοῦ ἀνάνεγκε ἐπὶ τὴν πόλιν, ἵνα μάθω, εἰ ἕκαστον τούτων
γέγονεν. ἐρρῶσθαί σε
εὔχομαι.
[v]
Ἀπολλωνίῳ ἐν Πέσλα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.