Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.amh.2.68
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
Διονᾶς κωμογραμματεὺς Ταπτήρεως Λευκοπυργείτου κάτω. τοῦ ἐπεσταλμένου μοι χρηματισμοῦ περὶ παραδείξεως τὸ ἀντίγραφον ὑπόκειταιὑπόκιται. Ἑρμίας τοπογραμματεὺς Λευκοπυργίτου Διονᾶτι κωμογραμματεῖ Ταπτήρεως χαίρειν. τοῦ ἐπεσταλμένου μοι χρηματισμοῦ τὸ ἀντίγραφον ὑποτέτακται. ἐπελθόντες οὖν ἐπὶ τὰς δηλουμένας ἀρούρας ι καὶ ἐπισκεψάμενοι, εἴ εἰσιν ἀπὸ τοῦ καθήκοντος ὑπολόγου καὶ συνκεχωρημένου εἰς πρᾶσιν ἐξ οὗ οὐδὲν τῶι καθόλου εἰς ἀπαίτησιν ἦκται τῶι ἐνεστῶτι γ ἔτει καὶ αὐτοῦ τοῦ τρίτου ἔτους ἐκ τοῦ κλήρου ἀρούρας ἓξ καὶ ἐκ τοῦ Ἀλεξάνδρου περὶ τὴν αὐτὴν ἀρούρας τέσσαρας γίνονται ἄρουραι ι, ἐπιθεὶς τὰ μέτρα καὶ γειτνίαςγιτνίαις καὶ σχοινισμοὺςσχοινισμοις, στοχασάμενοι τοῦ μηδὲν ἀγνοηθῆναι ὡς πρὸς σὲ τοῦ λόγου ἐσομένου. ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιε. Πολέμων βασιλικὸς γραμματεὺς Ἑρμοπολίτου Ἑρμίαι τοπογραμματεῖ Λευκοπυργείτου κάτω Ταπτήρεως καὶ ἄλλων κωμῶν χαίρειν. τοῦ ἐπεσταλμένου μοι χρηματισμοῦ τὸ ἀντίγραφον ὑποτέτακταιὑπετέτακται. ἐπελθόντες ἐπὶ τὰς δηλουμένας διʼ αὐτοῦ ἀρούρας ι καὶ ἐπισκεψά μενοι, εἴ εἰσιν ἀπὸ τοῦ καθήκοντος καὶ συνκεχωρημένου εἰς πρᾶσιν ὑπολόγου τοῦ ἔπειταἔπιτα συνχερσεύοντος, ἐξ οὗ οὐδὲν ἁπλῶς εἰς τὸ δημόσιον περιγείνεται, καὶ ἀπὸ ποίου ἔτους χερσεύουσιν ἐωνημένου οὐδὲ ὁ ὠνούμενος ὑπόβλητος τῶν κεκωλυμένων ὠνεῖσθαι οὐδʼ εἰσὶν ἀπὸ καθαρᾶς γῆς σπορίμης οὐδὲ τῶν ὑπερτεθέντων εἰς νι ἢ προσγενημάτων ἢ ἐπʼ ὀφρύων ποταμοῦ ἢ λελειμμένη διωρύγων, ἐπιθέντες τὰ μέτρα καὶ τὰς γειτνίας καὶ σχοινισμοὺς εξπικ προσεφωνήσατε στοχασάμενοι τοῦ μηδὲν ἀγνοηθῆναι μηδὲς πρὸς χάριν οἰκονομηθῆναι ὡς πρὸς ὑμᾶς τοῦ λόγου τούτων ἀγνοηθησομένων ου ἐσομένου. ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιδ. Πολέμων βασιλικὸς γραμματεὺς σεσημείωμαι ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Ἐπεὶφ ιδ. Ἀλέξανδρος γραμματεὺς Ἑρμοπολίτου Πολέμωνι βασιλικῷ γραμματεῖ τοῦ αὐτοῦ νομοῦ χαίρειν. τοῦ ἐπισταλέντος ἡμῖνἡμεῖν ἀναφορίου ὑπὸ τοῦ τοῦ νομοῦ στρατηγοῦ τὸ ἀντίγραφον ὑποτέτακται ἀνεν ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι κϛ. Ἀλέξανδρος σεσημείωμαι. Τιβέριος Κλαύδιος στρατηγὸς Ἑρμοπολίτου Ἀλεξάνδρῳ καὶ τοῖς γραμματεῦσι τοῦ νομοῦ χαίρειν. τοῦ ἐπιδοθέντος μοι ἀναφορίου ὑπὸ Διοσκόρου τοῦ ου βουλομένου ὠνήσασθαι ἀπὸ χέρσου σιτο φόρου εἰς σιτοφόρον περὶ κώμην Ταπτῆριν τοῦ Λευκοπυργίτου κάτω ἐκ τοῦ υ κλήρου ἄρουραι ἓξ καὶ ἐκ τοῦ Ἀλεξάνδρου περὶ τὴν αὐτὴν ἄρουραι τέσσαρες γίνονται ἄρουραι ι, τὸ ἀντίγραφον ὑμῖνὑμεῖν ὑποτέτακται. ὅπως οὖν τὸ ἀκόλουθον τούτῳ γίνηται ὡς καθήκει. ἔτους ἕκτου Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παῦνι Τιβέριος Κλαύδιος στρατηγὸς σεσημείωμαι. Τιβερίῳ Κλαυδίῳ στρατηγῷ Ἑρμοπολίτου τοῦ ὑπὲρ Μέμφιν παρὰ Διοσκόρου τοῦ τῶνων ἀπὸ Ἑρμοῦ πόλεως τοῦ αὐτοῦ νομοῦ Ἑρμοπολίτουἀναγραφομένου ἐπὶ τοῦ ὑπὲρὑπὸ μέμφιν. βούλομαι ὠνήσασθαι ἐκ τοῦ δημοσίουδ ἀνειλημμένων ειλημμένων καὶ ἀφόρων των γεγονότων γεολ τοῦ τρίτου ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐκ τοῦ κλήρου περὶ Ταπτῆριν τοῦ Λευκοπυργίτου κάτω ἀπὸ χέρσου σιτοφόρου εἰς σιτοφόρον ἀρούρας ἓξ καὶ ἐκ τοῦ Ἀλεξάνδρου κλήρου ὁμοίως περὶ τὴν αὐτὴν ἀρούρας τέσσαρας γίνονται ἄρουραι ι, ἐφʼ ὧι παραδειχθεὶς ταύταςτα διαγράψω ἐπὶ τὴν ἐπὶ τῶν τόπων δημοσίαν τράπεζαν τὴν κελευσθεῖσαν τιμὴν ὑπὸ Λουκίου Ἰουλίου Οὐηστείνου τοῦ ἡγεμόνος ἑκάστης ἀρούρης ἀργυρίου δραχμὰς εἴκοσι , ἕξω δὲ εἰς τὴν τούτων ἀναγωγὴν καὶ κατεργασίαν ἀτέλειαν ἔτη τρία ἀπὸ τοῦ εἰσιόντος ζ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος, μεθʼ ἃ τελέσω τῆς ἐν σπόρῳ φανησομένης ἑκάστης ἀρούρης πυροῦ ἀρτάβην μίαν καὶ τὸ ναύβιον πρὸς ἕτερον δὲ οὐδὲν ἁπλῶς παρενοχληθήσομαιπον ε δραχμὰς παρὰ τὸ χρηθησόμενονχρησομε, μενεῖ δʼ ἐμοὶ καὶ ἐγγόνοις καὶ τοῖς παρʼ ἐμοῦ μεταπαραλημψομένοις ἡ τούτων κράτησις κυρία ἀναφαίρετος ἐπὶ τὸν ἀεὶ χρόνον, ἐὰν οὖν φαίνηται ἐπιστεῖλαιπολσαι οἷς καθήκει ἕκασταουτα ἐπιτέλλειν ὃν τρόπον ἁρμόζειεπιτυον αρμ. διευτύχει. ἐπισκοποῦντεςἐπισκοπουσιν ἐξ ὧν ἀνήνεγκε Διονᾶς κωμογραμματεὺς Ταπτήρεως εὑρίσκομεν ἀπὸ τοῦ καθήκοντος ὑπολόγου καὶ συνκεχωρημένου εἰς πρᾶσιν ἐξ οὗ οὐδὲν τὸ καθόλον εἰς ἀπαίτησιν ἦκταιἦχθαι τῶι ἐνεστῶτι ϛ ἔτει καὶ αὐτοῦ τοῦ ϛ ἔτους Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος κεχερσευκότων ἐκ τοῦ Ἐπυ ἄρουραι ἕξ , ἀρχόμεναι νότου γύου μετὰ σχοινία δέκα λιβὸς ὅριον νότου σχοινίον α 𐅵 δ η, βορρᾶ τὸ ἴσον, ἀπηλιώτου ἓν ἥμισυ , λιβὸς τὸ ἴσον γίνονται ἄρουραι β 𐅵 δ ιϛ, βορρᾶ καὶ λιβὸς ὅριονὁριου ἐχόμεναι μετὰ σχοινία ἀπὸ νότου γύου τέταρτον βορρᾶ ἓν , λιβὸς καὶ ἀπηλιώτου ἓν γίνεται 𐅵 η, ἐχόμεναι λιβὸς ὅριονὁριου νότου ἕν , βορρᾶ 𐅵 δ , ἀπηλιώτου γ, λιβὸς ιγ γίνονται ἄρουραι β 𐅵 η γίνονται ἄρουραι ϛ ιϛ, ὧν ὑπολόγου ιϛ, καταλείπονται ἄρουραι ϛ, ὧν γείτονεςγίτονες λιβὸς ὅριον τὸ αὐτό, ἀπηλιώτου Γαίου Νωρβανοῦ, νότου τῶν ἀναετ οὐσι ἀπὸ τοῦ κλήρου καὶ ἄλλων ἐπί τι μέρος βορρᾶ βουνὸς σφραγ ἄλλος βουνὸς καὶ τῶν λοιπῶν σφραγίδων τὸ λοιπὸν ἐκ τοῦ Ἀλεξάνδρου περὶ τὴν αὐτὴν ἄρουραι τέσσαρες , ὧν σχοινία νότου γύου μετὰ σχοινία ιβ, ἀπηλιώτου ὅριον, νότου ἕν , βορρᾶ 𐅵 ἀπηλιώτου γ, λιβὸς γ γίνονται ἄρουραι β δ, κ σχοινία νότου δ ιϛ, βορρᾶ δ ιϛ, ἀπηλιώτου α, λιβὸς α γίνεται ἀρούρης δ ιϛ καὶ πρὸς τῶι λιβικῶι ὁρίωι ἀρχόμεναι νότου γύου μετὰ σχοινία ιβ 𐅵 ?, νότου δ η ξδ, βορρᾶ δ η ξδ, ἀπηλιώτου γ, λιβὸς γ γίνεται ἄρουρα α η λβ ξδ, καὶ ἀπηλιώτου ἐχομένη ξδ γίνεται α η ιϛ καὶ πρὸς τῶι ἀπηλιωτικῷ ὁρίῳ σφραγ μετὰ ὑπολόγου ἐφʼ ὅσον παρατείνει νότου καὶ βορρᾶ, ὧν σχοινία ιϛ λβ ὁμοίως γ ὁμοίως γίνεται δ λβ, ὧν ὑπολόγου λβ, καταλείπεται δ γίνονται ἄρουραι δ, ὧν γείτονες τῶν πρὸς τῶι ἀπηλιωτικῶι ὁρίῳ νότου Εὐδαιμονίδος Ἀριστοδτων, βορρα ὑπόλογος, ἀπηλιώτου ὑπόλογος καὶ τοῦ πρὸς τῶι λιβὶ α σφραγ, λιβὸς ὅριον τοῦ κλήρου, νότου Ἀπολλωνίου Διονυσίου, βορρᾶ πολβο. τούτων δʼ ὄντων ἀναφέρομεν, ὑπὲρ ὧν καὶ ὀμνύομεν Νέρωνα Κλαύδιον Καίσαρα Σεβαστὸν Γερμανικὸν Αὐτοκράτορα εἶ μὴν ἐξ ὑγιειοῦςὑγειοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν παράδειξιν καὶ μὴ εἶναι ἐπὶ γεων ἢ προσγενημάτων ἢ ἐπʼ ὀφρύων ποταμοῦ, ἀλλὰ εἶναι ἀπὸ τοῦ καθήκοντος ὑπολόγου καὶ συνκεχωρημένου εἰς πρᾶσιν οὐδὲ ὁ ὠνούμενος ὑποπίπτειὑποπείπτει τῶι κυρίῳ συνκρίματι περὶ ἐωνημένης. εὐορκοῦντι μέν μοι εὖ εἴη, ἐφιορκοῦντι δὲ τὰ ἐναντία ἔτους ϛ Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Μεσορὴ δ. ἐδαφῶν ἔμπροσθεν ἐωνημένων καὶ παραδειχθέντων ἀπὸ ὑπολόγων, ὧν ἡ διάθεσις διὰ τῶν λόγων οὐκ ἀναγρ διαρουργων ἤχθη, καὶ Οὖρσος, παραγγελλο μένου ἐν τοῖς ἐδάφεσι εἶναι ἀρούρας τινὰς τῶι μὲν τῆς ἀτελείας τρι ετεῖ χρόνῳ ὑπὸ ἀμφοτέρων τῶν πρὸς χρείαις διὰ τῶν λόγων ἀνασταθεί σας, ὕστερον δὲ ὑπὸ μόνου κωμο γραμματέως σημανθείσας ὑπʼ αὐ τοῦ μὴ παραδεδεῖχθαι ἔκρινεἔκρεινε τὸν στρατηγὸν καὶ βασιλικὸν ἐξετάσαι, εἰ ἀπὸ τοῦ καθήκοντος ὑπολόγου ἡ παράδειξις ἐγένετο, καὶ τὸ ὁμόλογον ἀναφέρειν, ὁμοίως δὲ καὶ περὶ τοῦ βα σιλικοῦ μετὰ τοῦ κωμογραμματέως ἐξετάσαι, καὶ ἐκ τούτων ἐξετάσεως γενομένης ἐδηλώθη διὰ τὸ τὰ ἐδά φη πρὸ πλείστου χρόνου ἐωνῆσθαι καὶ κατὰ μηδὲν διαφέρειν τῆς ἄλ λης ὁμορούσηςομορουγης γῆς μὴ δεδυνῆσθαι ἐκ τῆς νυνὶνυνεὶ κατʼ ἀγρὸν θεωρίας τὸ ἀληθὲς γνωσθῆναι τῶι καὶ τὴν εὐθυμετρίαν κατὰ τὸ τὰ ἐδάφη ἐωνῆσθαι συνεστάσθαι, καὶ τὸν μὴ μεταβαλόμενον κωμογραμματέα τετελευ τηκέναι, τοὺςους δὲ ἐμφερομένουςἐμφερομνους τὰς παραδείξεις μὴ ἐνενηνοχέναι παραγ γελίανπαρανγελίαν λαβόνταςλαβοντ πρὸς τὸ γνωσθῆναι, εἰ παρεδείχθησανπαραεδειξχθησαν, καὶ Οὐέγετος ἔκρινεἔκρεινε τὸν νῦν στρατηγὸν ἐξετάσαι ὡς Οὖρσος. οὗτος δὲ καὶ ἑξῆς βασιλικὸς ἐδήλωσαν μηδὲ νῦν τὰς παραδείξεις ἐνενηνέχθαι, καὶ Μέττιος Ῥοῦφος ἔκρινεἔκρεινε· ἐὰν μὴ ἐν διμήνῳ τὰς παραδείξεις ἐνενέγκωσι, ἀπαιτείσθωσαν τὰ ενεγκα.Cross-references (3)
- TM-Text 21673 primary
- DDbDP-Text p.amh;2;68 tier-1
- HGV-Text 21673 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.