Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mil.congr.xvii.pg5_6

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Παγκράτει ἀρχισωματοφύλακι καὶ πρὸς τῆι συντάξει παρʼ Ἀντιμάχου τοῦ Ἀριστομήδου Μακεδόνος τῶν Ἀπολλωνίου τῆς γ ἱππαρχίας ἑκατονταρούρου καὶ παρʼ Ἡρακλείδου Ἀρίστωνος Θραικός, τῆς αὐτῆς ἱππαρχίας, ὀρφανοῦ, μετὰ προστάτιδος τῆς οὔσης αὐτοῦ ἀπὸ συγγραφῆς συνοικισίου τῆς αὐ τοῦ μητρὸς Θαίδος τῆς Ἀπολλωνίου. ἐπαπορούντων τῶν παρὰ τοῦ προγεγραμμένου ὀρφανοῦ καὶ τῆς μητρὸς ἐπὶ τοῖς ὁρίοις οὗ ἔτι πρότερον τυγχάνει παραδεδειχὼς ὁ προγεγραμμένος Ἀντίμαχος κλήρου ἀρουρῶν μ περί τε Κερκεσοῦχα καὶ Ἄρεως κώμην τῆς Πολέμονος μερίδος, ἀνθʼ οὗ ἠλλάξατο πρὸς αὐτὸν ὁ τοῦ Ἡρακλείδου πατὴρ Ἀρίστων περὶ Βούβαστον τῆς Ἡρακλείδου μερίδος, ἀξιοῦμεν συντάξαι γράψαι Νικολάωι ἐπιστάτει τῆς ε ἱππαρχίας τῶν Αρς ποιήσασθαι τὴν παράδειξιν τοῦ διασεσαφημένου κλήρου τῶν μ ἀρουρῶν ἀκολούθως τῆι ἐγδοθείσηι Ἀντιμάχωι σχηματογραφίαι ἧς τὸ ἀντίγραφον ὑποτέτακται. τούτου δὲ γενομένου τευξό μεθα τῆς παρὰ σοῦ φιλανθρωπίας. εὐτύχει ἀντίγραφον σχηματογραφίας. Πᾶσις κωμογραμματεὺς Ἄρεως κώμης καὶ Κερκεσούχων Ἀντιμάχωι Ἀριστομήδου χαίρειν. παραδέδειχά σοι, κατὰ τὸν ἐπισταλέντα μοι χρηματισμὸν παρὰ Πετερμούθου τοῦ τοπο γραμματέως οὗ χρόνος ἔτους κη Παῦνι ιε, καθʼ οὗ γράφει ἐπεσταλκέναι Ἐριεμοῦνιν τὸν βασιλικὸν γραμματέα κατὰ τὰ ἐπισταλέντα αὐτῶι παρʼ Ἀντιπάτρου τοῦ πρὸς τῆι συντάξει, ἐν ὧι ὑπέκειτο καὶ τοῦ παρὰ Διονυσίου τοῦ ἀρχισωματοφύλακος καὶ γραμματέως τῶν κατοίκων ἱππέων συμβολαίου ἀντίγραφον, ἀπὸ τῶν ἀπεσταλμένωνεπεσταλμενων καταμετρῆσαι Σωστράτωι Μητρικῶντος Θεσσαλῶι π ἀρουρῶν, ἀρούρας δ Ἄρεως κώμης· ἀπὸ λιβὸς τῆς κώμης ἐν τῶι κοιλάδος περιχώματι ἀρχομένου ἕως ὁδοῦ νότου δ multiplied by δ δ λβ γίνονται ἄρουραι ιζ η γείτονες· νότου ὁδός, βορρᾶ τὸ λοιπὸν τοῦ Σωστράτου προγεγραμμένου κλήρου, λιβὸς ὁδὸς καὶ ὑπολ, ἀπηλιώτου Ἀνδρονίκου Ἀσιαγενικὸς κλῆρος καὶ αμμονου ἐφοδικὸς κλῆρος μ Κερκεσούχων· τὸ λοιπὸν τῶν μ ἀρουρῶν ἀπὸ βορρᾶ τῆς κώμης ἐν τῶι λεγομένωι περιχώματι ἀρχομένου λιβὸς ἕως ε λιβὸς δ η multiplied by γ δ η γίνονται ἄρουραι ιγ η λβ ξδ ἀπηλιώτου ἐχομένη τ 𐅵 ιϛ divided by δ η ιϛ multiplied by δ γίνονται ἄρουραι η 𐅵 η γίνεται τῆς σφραγίδος τῆς γείτονες νότου καὶ βορρᾶ καὶ λιβὸς καὶ ἀπηλιώτου ἀπηλιώτου γίνονται αἱ προκειμέναι ἄρουραι μ ἔρρωσο ἔτους κη Παῦνι κ Νικολάωι παρὰ ἸμούθουΕἰμούθου ἀκολούθως τῆι προκειμένηι σχηματογραφίαι δ τρ ἔτους κη μηνὸς Ἐπεὶφ

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.