Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.amh.2.77

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἰουλίωι Πετρωνιανῷ τῶι κρατίστῳ ἐπιστρατήγῳ παρὰ Παβοῦτος τοῦ Στοτοήτεως Πανομιέως ἱερέως ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ Ἀραβο τοξότου πύλης τῆς αὐτῆς Σοκνοπαίου Νήσου. ν κατηγορ ἀλλὰ ὁρῶν τὸν φίσκον περιγραφόμενον ὑπὸ Πολυδεύκους τετραετεῖ ἤδη χρόνωι παρὰ τὰ ἀπειρημένα ἐπιτηροῦν τὸς τὴν προκειμένην πύλην καὶ ὑπὸ Ἁρπαγάθου τοῦ ἐρημοφύλακοςΕροτακος ἐπέδωκα τοῖς τῆς νομαρχίας ἐπιτηρηταῖς ἀντίγρα φον ὧν εἶχον τοῦ Ἁρπαγάθου ἰδιογράφωνἰδιογραφιων ἀναγραφίων τῶν διὰ τῆς πύλης εἰσαχθέντων καὶ ἐξαχθέντων, ἀξιῶν τὴν ἐξέτασιν αὐτῶν γενέσθαι εἰς τὸ ἐπιγνῶναι εἰ προσετέθη αὐτῶν τὰ τέλη τῷ κυριακῶι λόγωι. καὶ ἐπιγνοὺς ὁ Πολυδεύκης ἐπελθών μοι μεθʼ ἑτέρων ὧν τὰ ὀνόματα ἀγνοῶἀγνοῶι πλείσταις πληγαῖς με ᾐκίσατο, καὶ μὴ ἀρκεσθεὶς ἐπήνεγκέ μοι Ἡρακλᾶν τινα μαχαιρο φόρων οὐσιακῶν καὶ ἀμφότεροι βίᾳ βαστάξαντές με εἰσήνεγκαν εἰς τὸ λογιστήριον τοῦ ἐπιτρόπου τῶν οὐσιῶν καὶ ἐποίησάν με καιον ὄντα μαστιγοῦσθαι εἰς τὸ ἀναδῶ ναί με αὐτοῖς τὸ τοῦ Ἁρπαγάθου ἀναγράφιον, ὅπερ φανερὸν τοῦτο ἐγένετο τοῖς τε τῆς νομαρχίας ἐπιτηρη ταῖς καὶ τῷ ἐπὶ τῶν τόπων τότε ὄντι βενεφικιαρίωιβεφινικιαρίωι ὅθεν κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι καὶ ἀξιῶ ἐὰν δόξῃ σοι πέμψαι κύριεπρὸς σὲ καὶ τὸν Πολυδεύκην καὶ τὸν Ἁρπαγάθην ἐπὶ τόνἉρπαγάθην τόν κράτιστον τοῦ κυρίου Καίσαρος ἐπίτροποντοῦ κακοῦ καὶ προσεπίτροπον ἵνα δυνηθῶ τὴν ἀπόδειξινἀπόδιξιν ἐπʼ αὐτοῦαὐτοὺς ποιησάμενος τυχεῖν καὶ τῆς ἀπὸ σοῦ εὐεργεσίας. διευτύχει. ἔστι δὲ τὸ ἀντίγραφον τῶν ἰδιογράφων τοῦ Ἁρπαγάθου ἀναγραφίων· β ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ζ. Στοτοῆτις ο ἐξάγων επ καμήλους β. ὁμοίως Στοτοῆτις ἐλαίου καμήλουςτους ε καμήλους γ γενήματος ιγβ ἔτους Ἐριεῦς ε οἴνου κεράμια λ. ιβ Ἐριεῦς γενήματος κβ ἔτους. ιγ ἐξάγων ἐπὶ καμηλ Παποντῶς ἐξάγων ἐπὶ καμηλ Πασοκράτης ἐ άγων οἴνου κεράμια ι. Επις ἐξάγων ἐπὶ καμήλοις β καὶ ὄνῳ α. ὁ αὐτὸς εἰσάγων ἐπὶ καμήλοις β καὶ ὄνῳ α οἴνου κεράμια η. ὁμοίως Παβοῦς ἐλαίου κάμηλον α. ὁμοίως Παβοῦς ἐλαίου κάμηλον α πῶλον α. Α ἐξάγων ἐπὶ καμήλῳ α ἐλαίου μετρητὰς δα. ι ὁμοίωςἀρτάβας Στοτοῆτις ἐλαίου καμήλους ε. ι ὁμοίως ὁ αὐτὸς Στοτοῆτις ἐλαίου καμήλους ε. Περ εἰσάγων ἁλὸς καμήλους δ. Δίδυμος ἐξάγων ἐλαίου καμηλ ἐλαίου καμήλους ζ. ἐλαίου καμηλ ἐλαίου καμηλ γ Δίδυμος ἐλαίου Παβοῦς ἐλαίου δ Ἀνχῶφις ε Ἑρμῆςης ϛ Ἐριεῦς ἐλαίου καμηλ ζ Ἐριεῦς ια ιβ ἙρμῆςΦμης ιγ Διονύσιος ὁμοίως Π ιδ Στοτοῆτις ἐλαίου καμηλ ὁμοίως Παβοῦς ἐλαίου καμηλ ὁμοίως Πασοκράτης ἐλαίου ιϛ Ἀνχῶφις ἐλαίου καμηλ ὁμοίως Ἐρίων ἐλαίου ιζ Ἑκῦσις κα Πανεφρέμμις ἐλαίου Ἀνχῶφις ἐλαίου καμηλ Πανεφρέμμις ἐλαίου καμηλ Ἁρπαγάθης ἐξάγων κβ Ἐριεῦς Αρμιχε

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.