no image
DDbDP-text
Application for a Lease via HGV-meta
Linked by Trismegistos ID
TM 10116.
Each record below describes this same artifact or text from a different angle.
Κλαυδιανῷ νομάρχῃ Ἀρσινοίτου παρὰ Μάρκου Ἀνθεστίου Καπιτω λείνου. βούλομαι ἐπιχωρηθῆναι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς τρίτον ἔτος Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν κοτυλί ζειν πᾶν ἔλαιον ἐν ἐργαστηρίῳ ἑνὶ ἐν κώμῃ Ἡρακλείᾳ Θεμίστου μερίδος καὶ τελέσειντελέσιν εἰς τὸν τῆς ὠ νῆς λόγον ὑπὲρ ὅλου τοῦ ἐνιαυτοῦ ἀργυρίου δραχμὰς ὀγδοήκοντα ὀβολοὺς ὀγδοήκοντα σύνπαν τι λόγῳ, ὧν καὶ τὴν διαγραφὴν ποιήσωποιηωωι κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου, τῶν εἰς ἑτέρους λόγους πρὸς διοίκησιν τελουμένων ὄντων πρὸς ἐμὲ τὸν Ἀνθέστιον Καπιτωλεῖνον. οὐχ ἕξω δὲ κοινω νὸν οὐδὲ μίσθιον γενόμενον τῆς ὠνῆς ὑποτελῆ, δώσω δὲ καὶ ὑπὲρ διπλώματος ἵππωνιπ δύο τὰ κατὰ συνηθείανσυνηθίαν νόμι μα, ἐξουσίας σοι οὔσης ἑτέροις μεταμισθοῦν ὁπότε ἐὰν αἱρῇ, ἐὰν φαίνηται μισθῶσαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.