Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.ammon.2.40

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ς πόλεως τῆς ς αυαὐτοῦος δε υτου ἐνταυθἐνταῦθαἐνταυθοῖμε vestiges ἐν δὲ τῆι ἀποδημίᾳ ἐκεῖνος γενόμενος καὶ ἀπὸ χώρας εἰς χώραν ἑκάστοτε μεταβαίνων ἀπὸ τῆς Ἑλλάδος εἰς Ῥώμην καὶ ἀπὸ Ῥώμης εἰς Κωνσταντινόπολιν καὶ ἀπʼ ἄλλης εἰς ἄλλην τὰ πλεῖστα τῆς γῆς περιελθὼν μέρη τῶν καλλινίκων δεσποτῶν ἡμῶν τὰς νίκας καὶ λόγους βασιλικοὺς πανταχοῦ ἐπιδεικνύμενος , αὐτὸς γὰρ ἐν ταῖς ἐπισήμοις πόλεσι τῆς Ἑλλάδος καὶ ἐπι τροπείας καὶ λογιστείας ἔπραξεν καὶ διὰ ταύτας τὰς ἀφορμὰς ἐπὶ πολὺν χρόνον τὴν ἀποδημίαν ἐξέτεινεν τούτου ἀεὶ προσδοκῶντος ἐκείνου τὴν ἐπάνοδον, ἐπεὶ καὶ οὕτω γράφων ἀεὶ παρεμυθήσατο ἡμᾶς διὰ τῶν γραμμάτων. ἀλλʼ ἐν τῶι μεταξὺ μήτε ἐκείνου ταχέως ἐπανελθόντος, αὐτοῦ τε ἀεὶ προσδοκῶν τος αὐτὸν ἐπανήξειν ἔτι τε καὶ ἀσχολουμένου περὶ τὴν τῶν δημοσίων αὐτοῦ τελεσμάτων διάδοσιν καὶ μὴ δυνηθέντος δεῦρο καταπλεῦσαι διὰ ταῦτα τὰ ἀνδράποδα, αὐτοὶ οἱ δοῦλοι μηκέτι ἀνασχόμενοι παρὰ ξένοις εἶναι καὶ πορευόμενοι ἐν ἐρημίαι καθʼ ἑαυτοὺς ἔζησαν καὶ διὰ τὴν πολυχρόνιον ἐκεί νου ἀποδημίαν ἄνετοι καὶ ὥσπερ ἀπροστάτητοι εἶναι ἐδόκουν. τουφήμης δὲπρὸ ὀλίγου διαδοθείσης τῆς τελευτῆς αὐτοῦ , οὗτος ὁ Ἄμμων ὁ ἀδελφὸς ἀπ αλ πρῶτον μὲν διʼ ἐκεῖνον, ἔπειτα καὶ διὰ ταῦτα τὰ ἀνδράποδα. ἕως δὲ περὶ τὴν ἀποδημίαν ἦν, παραγγέλλει αὐτῶι Σερηνιανὸς ὁ τοῦ Παλλαδίου, ὡς ἔξωθεν ἐπιστὰς Εὐγένειός τις ἔφη ταῦτα τὰ ἐν Ἀλεξανδρείαι ἀνδράποδα τοῦ ἀδελφοῦ αὐτοῦ ὡς ὄντα ἀδέσποτα καὶ ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελευ τήσαντος ἐξ αἰτήσεως ἐσχηκέναι παρὰ τῆς θειότητος τῶν δεσποτῶν ἡμῶν καὶ τετυχηκέναι ἀντιγραφῆς οὕτως ἐχούσης· εἰ μή τις τούτων ἀντιποιοῖτο μηδὲ φανείη τις τὸ δίκαιον τῆς τούτων δεσποτείας ἐκδικῶν, παραδοθῆναι αὐτῶι. τοῦτο ἐκεῖ ἐν Θηβαίδι οὗτος ὁ Ἄμμων ἀκηκοὼς ἔτι μᾶλλον πρὸς τὴν ἀποδημίαν ἠπείγετο. ἀλλὰ πρὸ τῆς αὐτοῦ παρουσίας ἐξετάσεως τοῦ πράγματος γενομένης ἐπὶ Φλαουίου Σισιννίου ὑπεβλήθη ὑπὸ τῆς μητρὸς τούτων τῶν σωμάτων μαρτυρομέ νης ὁ αὐτὸς οὗτος Ἄμμων εἶναι ἐν Πανὸς πόλει τῆς Θηβαίδος ἐκείνου τοῦ Ἁρποκρατίωνος ἀδελφός. περὶ τούτου γράμματα πρὸς τὸν κατὰ Θηβαίδα ἐπίτροπον ὑπὸ τοῦ κυρίου μου Σισιννίου διὰ τοῦ Εὐγενείου τούτου ἀπεστάλη, ὅπως, εἰ εὑρεθείη τις Ἄμμων ἀδελ φὸς Ἁρποκρατίωνος ἐν τῆι Πανοπολιτῶν πόλει, ἐπειχθῇ καταπλεῦσαι εἰς Ἀλεξάν δρειαν διὰ ταῦτα τὰ ἀνδράποδα. ὁ δὲ ἐπίτροπος ἐπιστείλας τοῖς Πανοπολίταις μἌμμωνι ι καὶ ναι τὰ τοῦ κυρίου μου Σισιννίου γράμματα ἐδέξατο παρὰ τούτων ἀναφορὰν δηλοῦσαν Ἄμμωνα ἀδελφὸν Ἁρποκρατίωνος μετʼ Εὐγενείου ἀπηντηκέναι εἰς Ἀλεξάνδρειαν. ἀλλ ἐπειδὴ οὗτος ὁ Εὐγένειος ἐν τῆι Πανοπολιτῶν πόλει γενόμενος ἔγνω τοῦ πράγματος τὴν ἀκρίβειαν, λοιπὸν τοῦ πρώτου ἐπιχειρήματος ἀποτυχὼν εἰς ἄλλο τι ἐτράπη καὶ περὶ ἄλλην δεσποτείαν ἐστρέφετο. τοῦ μὲν Ἄμμωνος φίλους ἀξιώσαντος μετα ξὺ γενέσθαι, τοῦ δὲ Εὐγενείου καμάτους οὐκ ὀλίγους προβαλλομένου, ἕως ἂν συλλάβηι καὶ συναγάγηιεἰς ταῦτα τὰ ἀνδράποδα ταῦτα τῆιδε ἐκεῖσε ἐσκορπισμένα καὶ δρασμὸν ἤδη μελετήσαντα ἀφηνιάσαντα, καὶ α τοιαῦτα λέγων τοὺς φίλους τοὺς μεταξὺ κατηνάγκασεν εἰς διάλυσιν με τοῦτον πρὸς αὐτὸν ἀγαγεῖν α ὥστε ἔχειν οὐ δικαίως αὐ τὸς ἑαυτῶι τῶν ἀνδραπόδων τὸ ἥμισυ, τὸν δὲ κληρονόμον νό μιμον τὸ ἄλλο ἥμισυ τοῦτον ὑπηὑπὸ τὴνἀπρα οσυνηςγμοσύνης πλέονος εἴτε καὶ ὅτι ἀπὸ τῶν διαπ οὖννῦν καὶ ὁμολογ vestiges

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.