Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.ammon.2.41 9. - 13. Dez. 348Alexandria bzw. Panopolis

Declaration to the katholikos Consulate of Flavius Philippos and Flavius Salias, Choiak 13 (348 Dec. 9) via APIS-papyrus

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 23641. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[v] πολλῆς μὲν οἱ […], ὦ δέσποτα, κατ’ ἐκεῖνον τότε τὸν χρόνον εὐδαιμονίας ἐνεπλήσθη[…]σαν, ἡνίκα τῆς ἐνθέου Τύχης καὶ θεῶν προνοίας ἡγουμένης σὺν Ἀγαθῶι Δαίμονι τῆς χώρας τῆς τῶν Θηβαίων προὔστης καὶ παρὰ τοῖς κάτω Αἰγυπτίοις καὶ τοῖς ἄλλοις ἅπασιν ἀνθρώποις μακάριοι καὶ ζηλωτοὶ ἐῴκεμεν συνεῖναι ἄρχοντι τοιούτωι εὐτυχήσαντες, ὧι παραπλήσιον ἕτερον ἐκείνη ἡ λῆξις κηδεμόνα καὶ προστάτην οὔτε τεθέαταί πω πρότερον οὔτε ὕστερον προσδοκᾷ θεάσεσθαι. διάδοχοι δὲ νῦν τῆς εὐδαιμονίας ἡμῶν ἐκείνης οἱ τὴν λαμπροτάτην οἰκοῦντες πόλιν, ἀλλὰ καὶ αὐτὸς πάλιν ἐν τῶι παρόντι εἰς εὐδαιμονίας μέρος λογίζομαι φοιτῆσαι, ὡς ἐπέπρωτο κἀμοὶ ὑπὸ τοιούτωι ἄρχοντι καὶ δικαστῆι ἑστάναι δικαζόμενον, οὗ τὸ ἀμίμητον τῆς κρίσεως ἐν διαφόροις ἔθνεσι καὶ πάλαι καὶ νῦν ἡ πεῖρα ἔδειξεν. ἡσυχίαν τοίνυν ἀπράγμονα τοῖς ἐν φιλοσοφίαι καὶ λόγοις ἀνηγμένοις πρέπειν καὶ αὐτὸς ἐπιστάμενος ἥκω καταναγκασθείς, δέσποτα, ὑπὸ τῶν ἐν πράγμασιν ἐξετάζεσθαι ἡμᾶς πεποιηκότων, προαχθεὶς ἐπὶ ταυτηνὶ τὴν διαμαρτυρίαν. εἰ μὲν γὰρ ἐξῆν τοῖς ἀναχωρεῖν προῃρημένοις κατὰ τὸ τῆς φύσεως αὐθαίρετον μέχρι τέλους ἀπολαύειν τῆς γνώμης, […]…υπ…[…]…, ἐπειδὴ δὲ φθόνος ἀεὶ τοῖς καλοῖς … εἰ μή μοι … […]…[…]… …[…]…[…]…[…]οις …[…]χ …σεινα …[…] …γνώμη χ…[…]…[…] καὶ […][…]…[…]…[…] πρὸ πολλοῦ τινος χρόνου ὁ ἀδελφός μου Ἁρποκρατίων τοὔνομα περὶ λόγους καὶ αὐτὸς ἐσπουδακὼς ἀποδημίαν ὑπερόριον ἔξω τῆς Αἰγύπτου τυγχάνει στειλάμενος, ἐντεῦθεν δὲ ἀποδημῶν ἀπὸ τῆς λαμπρᾶς ταυτησὶ πόλεως κατέλειπεν ἀνδράποδα παρ’ ἐμοὶ ἐνταυθοῖ τότε διατρίβοντι … … Κόμωνί τινι Ἀλεξανδρεῖ φίλωι ὄντι ἐκείνου, ὅπως ἐπανελθὼν ἀπολάβηι. προσεδόκων γὰρ τὴν ἐκείνου ἐπάνοδον μετὰ βραχύν τινα γενήσεσθαι χρόνον. ἐλάνθανε δὲ ἄρα ἡμᾶς ὁ δαίμων ἐλπίσι ματαίαις τὸν ἡμέτερον ἀναρτῶν τότε λογισμόν. ἐν γὰρ τῆι ἀποδημίαι ἐκεῖνος γενόμενος καὶ ἀπὸ χώρας εἰς χώραν ἑκάστοτε μεταβαίνων ἀπὸ τῆς Ἑλλάδος εἰς Ῥώμην καὶ ἀπὸ Ῥώμης εἰς Κωνσταντινόπολιν καὶ ἀπ’ ἄλλης εἰς ἄλλην τὰ πλεῖστα σχεδὸν τῆς γῆς περιελθὼν μέρη τῶν καλλινίκων δεσποτῶν ἡμῶν τὰς νίκας καὶ λόγους βασιλικοὺς πανταχοῦ …[…]ρ… ἐπιδεικνύμενος, αὐτὸς γὰρ ἐν ταῖς ἐπισήμοις πόλεσι τῆς Ἑλλάδος καὶ ἐπιτροπείας καὶ λογιστείας ἔπραξε καὶ διὰ ταύτας τὰς ἀφορμὰς ἐπὶ πολύν τινα χρόνον τὴν ἀποδημίαν ἐξέτεινεν, ἐμοῦ ἀεὶ προσδοκῶντος αὐτοῦ τὴν ἐπάνοδον, ἐπεὶ καὶ οὕτω γράφων ἀεὶ παρεμυθεῖτο ἡμᾶς διὰ τῶν γραμμάτων, ἀλλ ἐν τῶι μεταξὺ μήτε ἐκείνου ταχέως ἐπανελθόντος, ἐμοῦ δὲ 29 ἀεὶ προσδοκῶντος αὐτὸν ἐπανήξειν ἔτι τε καὶ ἀσχολουμένου περὶ τὴν τῶν δημοσίων μου τελεσμάτων διάδοσιν καὶ μὴ δυνηθέντος δεῦρο καταπλεῦσαι, αὐτοὶ οἱ δοῦλοι μηκέτι ἀνασχόμενοι παρὰ ξένοις εἶναι […]… ἑαυτ ὑπ…[…]ετ, πρὸ πολλοῦ ἀπέστησαν τῆς τούτων οἰκίας καὶ καθ’ ἑαυτοὺς ἔζησαν μηδενὸς αὐτῶν προισταμένου ὡς ἐν ἐρημίαι […]…[…]… π…[…]… δεσπότου διὰ τὴν πολυχρόνιον μὲν ἐκείνου ἀποδημίαν, ἀεὶ δὲ ὑφ’ ἡμῶν εἰς ἐπανόδου μεταβολὴν προσδοκωμένου μέχρι καὶ τῆς τελευταίας ὥρας ἐκείνης, καθ’ ἣν τὴν ἀναγκαίαν μοῖραν ἐκπληρώσας οἴχεται. Διὰ τοσοῦτον γὰρ καὶ τηλικοῦτον κα[…] ἀρετῆι παντὸς τοῦ βίου τῆι τῆς ἄνω κινήσεως ἐνεργείαι καὶ τοῦ εἰληχότος αὐτὸν ἐξ ἀρχῆς δαίμονος […] …[…]… βίου, ἀλλ ἐπὶ ξένης, πορρωτάτω μὲν τῆς ε[…] πατρίδος […]ρ…λ Ἀέτιος παραγένηι, ἀνελθὼν ὁ Ἀέτιος ἀναρπασθεὶς οἴχεται. φήμης τοίνυν πρὸ ὀλίγου διαδοθείσης, ὡς εἴη τελευτήσας ἐκεῖνος, πρὸ βραχέος γὰρ χρόνου τοῦτο αὐτὸς ἀκήκοα, εἰ καὶ πρόπαλαι […] οὐ γὰρ ταχέως εἰς ἀκοὴν τῶν οἰκείων ἀφικνεῖται ὁ περὶ τοῦ θανάτου τῶν ἐπὶ ξένης λόγος διὰ τὸ μηδένα βούλεσθαι μετὰ τοιαύτης ἀγγελίας προσιέναι τοῖς τῶι τελευτήσαντι κατ’ ἀγχιστείαν προσήκουσι, παρεσκευαζόμην μὲν ἐπὶ τῆι ἀκοῆι ταύτηι δεῦρο καταπλεῦσαι, πρῶτον μὲν δι’ ἐκεῖνον, ἔπειτα καὶ διὰ ταῦτα τὰ ἀνδράποδα αὐτοῦ τὰ ἐνταυθοῖ διατρίβοντα. ἕως δὲ ταύτην ἔτι ἐν χερσὶν εἶχον τὴν φροντίδα, ἥκει παραγγέλλων Σερηνιανὸς ὁ τοῦ Παλλαδίου, ὡς ἔξωθέν τις ἐπιστὰς Εὐγένειος τοὔνομα ἔφη ταῦτα τὰ ἐν Ἀλεξανδρείαι ἀνδράποδα τοῦ ἀδελφοῦ μου Ἁρποκρατίωνος ὡς ὄντα ἀδέσποτα καὶ ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελευτήσαντος ἐξ αἰτήσεως ἐσχηκέναι παρὰ τῆς θειότητος τῶν καλλινίκων δεσποτῶν ἡμῶν καὶ τετυχηκέναι ἀντιγραφῆς [r] [msperpendicular] οὕτως ἐχούσης· εἰ μή τις τούτων ἀντιποιοῖτο μηδὲ φανείη τις τὴν τούτων δεσποτείαν ἐκδικῶν, παραδοθῆναι αὐτῶι. ταῦτα παρ’ ἐκείνου τοῦ Σερηνιανοῦ ἀκούσας ἔτι μᾶλλον πρὸς τὴν ἀποδημίαν ἠπείχθην. ἐν Ἀλεξανδρείαι δὲ γενόμενος ἐκεῖνος καὶ γνοὺς ἐκεῖνον τὸν Ἁρποκρατίωνα κληρονόμον ἔχειν ἀδελφὸν ὁμοπάτριόν τε καὶ ὁμομήτριον, ἐμὲ δὴ τὸν Ἄμμωνα, Νίκης τῆς μητρὸς τούτων τῶν σωμάτων μαρτυρομένης, παραυτίκα εἰς Θηβαίδα ἀνέδραμεν ἴσως τοῦτο πυνθάνεσθαι βουλόμενος, ἔλεγεν δὲ γράμματα ἔχειν παρὰ τοῦ κυρίου μου Σισιννίου καλοῦντά με εἰς τὴν Ἀλεξανδρέων πόλιν διὰ [minf] ταῦτα τὰ ἀνδράποδα, τὸν καὶ πρὸ τῆς τούτου ἀφίξεως προπαρεσκευασμένον δεῦρο καταπλεῦσαι δι’ αὐτὸ τοῦτο. ἀφικόμενος δὲ εἰς τὴν πατρίδα τὴν ἐμὴν καὶ γνοὺς τοῦ πράγματος τὴν ἀκρίβειαν καὶ ὡς τοῦ `πρώτου´ ἐπιχειρήματος ἀποτυχών, λοιπὸν εἰς ἄλλο τι ἐτράπη καὶ περὶ ἄλλην δεσποτείαν ἐστρέφετο. φίλους γὰρ ἀξιώσας μεταξὺ γενέσθαι Πανίσκον τὸν ἀπὸ δικαιοδότου καὶ Ἀπόλλωνα τὸν ποιητὴν τὸν ἀδελφιδοῦν τὸν ἐμόν, ὃν καὶ ἡ σή, ὦ δέσποτα, περὶ τοὺς λόγους ἀρετή τε καὶ φιληκοία γινώσκει τὴν παρὰ σοῦ, κύριε, ἐν Θηβαίδι εὐτυχήσαντα ἀκρόασιν, καὶ ἄλλα προεφέρετο ὁ Εὐγένειος ἀναλώματά τινα καὶ καμάτους προβαλλόμενος, ἕως ἂν συλλάβηι καὶ συναγάγηι τὰ ἀνδράποδα ταῦτα τῆιδε ἐκεῖσε[…]ἐσκορπισμένα καὶ δρασμὸν ἤδη μελετήσαντα καὶ ὡς ἐν ἐρημίαι ἀδέσποτα ὄντα μηδενὸς αὐτῶν … προισταμένου, καὶ τοιαῦτά τινα λέγων παράνομα τοὺς φίλους τοὺς μεταξὺ κατηνάγκασεν εἰς διάλυσίν με πρὸς αὐτὸν ἀγαγεῖν [mdperpendicular] οὕτω βιαιοτάτην ὥστε ἔχειν οὐ δικαίως αὐτὸς ἑαυτῶι καθ’ ἰδίαν δεσποτείαν τῶν ἀνδραπόδων τὸ ἥμισυ καὶ τὸν κληρονόμον νόμιμον τὸ ἄλλο ἥμισυ, ἐμὲ […]…την …[…]…[…]ενέγκαι μεθ γ… […]…[…]…τ…[…]του […] […]…[…]…τοι γοῦν …[…]…[…]ημ[…] καὶ αὐτὸς οὗτος ὁ Εὐγένειος παράδοσιν καὶ τὴν παράστασιν τῶν δούλων τῶν […]… κἄν τις ἐν αὐτοῖς ἦι ἀποδεδρακώς [msup] καὶ […]…απλ[…]μ[…]υ τοῦ ἔτι τότε κρατουμένου, ἀλλὰ οὐδὲ τοῦτο πεποίηκεν οὔτε τὴν παράδοσιν τῶν δι’ αὐτοῦ τοῦ Εὐγενείου παρὰ τῆι τάξει τῆς καθολικότητος φρουρηθέντων οὔτε τὴν παράστασιν τοῦ πεφευγότος … καὶ οὐ παρόντος ἐν αὐτοῖς δὲ λοιπὸν δύο, ἐξ οὗ εἰς τήνδε ἀφικόμην τὴν πόλιν, ἤδη διέδρασαν[…]…σαντος ἐμοῦ καὶ δεινῶς ἐςχηκότος, καὶ ὁ τρίτος ἤδη ἐπισ…[…] ἐνταυθ ἐμοὶ αὐτός

Connections

Deities Amun

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.