Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

p.ammon.1.3 Alexandria

Ammon’s Letter to his Mother via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 23631. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[column 1] [… 12 lines lost …] [… ? lines lost …] […]υ […]εκα […]… […] […]… [… 4 lines lost …] […]… […]λ… […]αρ […] […]… […]… […]αι [… 3 lines lost …] [… ? lines lost …] [column 2] ἡ αὐτὴ χ…[…] του αι[…] ταύτης καὶ […]μ…φ…[…] λύπη ετ[…]…[…]…ουν…[…]…[…] δα γὰρ πο…α…[…]η καὶ καταγρ[…] …τας ἀθυμ[…] διὰ τὴν ἡμ[…] δ…· οἶδα …[…] πάλιν αὐτὴν …[…] τηση· αισθ[…] σὺ μὴ γράψης […] δύναται τι[…]ν ἄνω τὴν τύχην πάντων κρατοῦσαν καὶ πᾶσιν πάντα ὁρίζουσαν, δεσμοῦσαν ἐκ τῶν κύκλων τούτων τῶν ἐπάνω ἡμῶν τοὺς παρ’ ἀνθρώποις ποτὲ μὲν ἀγαθούς, ποτὲ δὲ καὶ δυσκόλους· ὥσπερ παρ’ ἡμῖν ὁ κύκλος οὗτος δύσκολος, μετʼ ὀλίγον δὲ ἡμῖν εἰσέρχεται ὁ βελτίων· ἦ σὺ κατὰ σεαυτὴν γινώσκεις, ὦ μῆτερ, ὅτι καὶ ἀπὸ πρώτου μηνὸς ἀφʼ οὗ ἐξῆλθον τῆς πατρίδος ἤθελον αὖθις ἐπανελθεῖν πρὸς ὑμῖν, ἀλλʼ οὐχ οὕτως ἔδοξεν τῆι τύχηι ἀλλʼ ἔκρινεν πρὸς χρόνον με ἀποστῆναι τῆς πατρίδος· λογίζου οὖνὅτι σὺ τὴν τῆς τύχης ἀνάγκην καὶ […] ἀθυμοῦσα καὶ φέρε τ[…]· λογίζου ὅτι οὐδὲν ἐφʼ ἡμῖν· καὶ ἐπιμελοῦ μὲν σεαυτῆς, ἐπιμελήσομαι δὲ τῶν πραγμάτων· καὶ μάθε ὅτι τύχη ἔμπαλιν πάντα τἄλλα ἡμῖν ἀναλύει· εὐθυμεῖν οὖν σε χρὴ λογιζομένην ὅτι οὐκ ἀνεκτός, ὦ μῆτερ, ὁ κύκλος. ὅμως ἡσυχάζωμεν· οὐκ ἐν δε[…]ωι ἐσμὲν οὐδὲ πε[…] οὐδὲ ἐν χερσὶ λῃστῶν· ἀλλʼ ἐν ἐχυρότητι πάσηι· εἰ δὲ διὰ τὰ […] ἀθυμεῖς ὡς ταῦτα διοικεῖν οὐ δύνασαι ὑπὲρ τῶν υἱῶν. λέγω μη[…] ὅταν χρεία σοι ἦι μεταπέμψαι […]ων τῶν ἐμῶν κα[…] […]υ τὸ νόμιμον ἀπαιτηταῖς και[…]εσται προς…[…]…[…] ἕκαστος ἰδίαν φροντίδα ἔχει …[…] σὺ πέμψῃς ἐπιτη[…] χρείαι σοι· οὐδεὶς ἀφʼ ἑαυτοῦ[…]ται ἐλθεῖν πρ…[…]…[…] ἑαυτοῦ λέσχας· μάλιστα π[…]ι πάντες ἀνετράπησαν διὰ τὰς παραγραφὰς καὶ τα[…]τῶν λοιπάδων· μὴ ὀκνήσῃς μηδὲ αἰδεσθῇς μεταπέμψαι[…]ους ὅταν σοι χρεία ἦι …[…] ἀποδημοῦντος ἐμοῦ[…]αι μετὰ ταῦτα καὶ η…[…] υἱῶι ἀναβῶμεν[…] καὶ ἔτι …[…]οι[…]…[…] […]ησαι περὶ τ[…] οὐκ ἐρα[…]ην μ[…]…[…] […]…χ… υἱὸν· δι[…]α καὶ π[…]…ησα…[…] [column 3] …[…]πι…φ… ὅστις γὰρ …[…] ἀπαιτηθήσεται· οὐ γὰρ […]…[…] μὴ τὰς ὕβρεις καὶ τὰς ἀδικίας τὰς […] […] πονηρὰν φημοσύνην ἀγοντι…[…] […]…α μανθάνει ὅτι εἰς κακ…[…] […]στρατηγῶι ἃ ὤφειλεν διὰ τ[…] […]…ηι· ἀλλʼ εἰ … ἐγχωρεῖ …[…] λαβω[…]…· ἢδη δὲ καταλήμψομεν […]πρᾶγμα τὸ τοῦ …[…]ιου ἐκπλέκεται ἡμῖν· ἦν γὰρ πρὸ τούτου τ[…]… ὁ ἀρχιερεὺς περὶ τὰ μέρη τῆς κάτω χώρας· ἐξῆλθεν γὰρ ἀπὸ Φαμενὼθ κ. εἰσῆλθεν δὲ εἰς Ἀλεξάνδρειαν τῆι ἑορτῆι τῇ λ Φαρμοῦθι· καὶ μετὰ τὴν ἑορτὴν […]… διοικηθῆναι τὸ πρᾶγμα ποιήσω· καὶ ἤδη διοικηθήσεται ἐν ταῖς[…] αὐταῖς ἡμέραις· καὶ τὰ γράμματα παραλαβὼν … σʼ εὐθέως καταλαμβάνω θεῶν βουλομένων, εἰδέναι δέ σε ἀνὰ μέσον καὶ τοῦτο, ὅτι μετʼ ἀξιώματος πολλοῦ ὁ Ἁρποκρᾶς εἰς τὴν πατρίδα τὴν ἑαυτοῦ ἐπανελθεῖν μέλλει· καὶ πάλιν ἤρξατο ἡ τύχη αὐτὸν ἀνεγεῖραι· τὸ ἴσον γὰρ ἀεὶ … … ὁ κύκλος οὗτος· καὶ ὅταν μὲν πᾶν κάτω θῆι. εἰς μέτρια καταβαίνει· καὶ ὅταν […]ησῃ. εἰς μεγάλα πάλιν ἀναβαίνει· γράμματα οὖν αὐτῶι […]ἐπέμφθη ἀπὸ φίλων τινῶν παρά τινων μεγάλων ἀνθρώπων […]… ταῦτα τὰ γράμματα ἐπὶ πρᾶξιν μεγίστην· ἤδη γὰρ καὶ αὐτὸς […]… γράμματα τῶι ἡγεμόνι τῶν Αἰθιόπων …ομένωι πρὸς … τὸν βασιλέα· καὶ γὰρ πάνυ φίλος αὐτοῦ γέγονεν καὶ καθʼ ἡμέραν μετʼ αὐτοῦ ἦν καὶ συνεδείπνει· καὶ οἶδεν ταῦτα ὁ Πεκῦσις· καὶ πρὸς τοὺς φίλους σὺν τοῖς ἐμοῖς […]αὐτῶι γράμματα καὶ […]…[…]κα ἵνα αὐτῶι πρα[…]… […] καὶ παρὰ τῶν φίλων Αἰθιόπων πρὸς αὐτὸν γράμματα παρʼ ὑμῶν […] καὶ παρὰ τοῦ Αἰθίοπος· καὶ ἤδη πάλιν ἐξῆλθεν εἰς τὸ κομιτᾶτον·[…]ν δʼ ἐβουλόμην αὐτὸν κατασχεῖν καὶ οὐκ ἐδυνήθην· οι…[…]ν· οὐδ…[…]… […]ωι ἔλεγον ἐπὶ μεγάλα αὐτὸν καλοῦντες[…]…[…]… […] ταῦτʼ οὐδ[…] … […]…[…] […]ομένου …[…]…[…]…[…]…[…] […] εἰς πραγ[…]…[…]…[…] […] ἀνθρωπ[…]…[…]…[…]…[…] […]θιουκ[…]…[…]…[…]…[…] […]…αρ…[…]…[…] [column 4] […]…εντ…[…]λ…[…]…[…]…[…] […] τῆς οἰκίας ε[…]…[…]ιουχ…[…]…[…]δρα[…] […]ει τοῦτο ὑπα[…]…[…]σας αρ[…]αν[…] […]ποτηι οἵ τε παρʼ Ἀπίωνος ἡγεμονεύσαντος […] τοῦτο ἀπο[…]ειας …[…]…[…] ἡμερῶν […]τῶν ἡμερῶν […]λ[…]μο…[…]. ἐὰν δὲ π[…]…υ […]ν ἐστιν ω[…]…μουσα…[…]ν ναυτικὸν […]πολυπραγμονεῖν καὶ ἐξετάσαι ε…[…]πεν αὐτάς· ἔλεγεν οὖν καὶ […]…[…]ς ὅτι ἐὰν θεὸς θέληι καταλαμβάνω ὑμᾶς εἰς Πανὸς ἄχρι Μεσορὴ πρὸ τῆς τρύγης· γ γὰρ τοῦ Παχὼν ἀπῆλθεν. κατέλειπεν δέ μοι ἐνταῦθα τὰ παιδία αὐτοῦ ἐπεὶ θηλυκά ἐστιν· ἐπενετείλατό μοι ἀνενεγκεῖν αὐτὰ εἰς Πανὸς μετʼ ἐμοῦ· τρεῖς δέ εἰσιν Φοίνικες καὶ ἀναφέρω αὐτὰς ἀνερχόμενος· τέως μέντοι παρὰ τῶι σταθμούχωι εἰσιν ἐργαζόμεναι εἰς τὰς τροφὰς ἑαυτῶν· μέλλων δὲ ἐξελθεῖν πολλά μοι ἐπετρέψατο ἀναβῆναι ἤδη εἰς Πανὸς λέγων ὅτι εἰς τί καὶ ἀναλίσκεις ἄλλα τινὰ ἐπὶ τοῦ ἀρχιερέως ἕως λάβῃς τὴν τάξιν τῶι παιδί· τί δὲ ὅλως …[…] διάγεις προσελθεῖν τάξει ἀρχιερέως περὶ τούτου· δεῖ γὰρ με πάντως ἔξω παρὰ τοῦ βασιλέως λαβεῖν αὐτῶι, καὶ ὤμοσεν ἐπάνω τῆς θαλάσσης μέλλων εἰσβῆναι εἰς τὸ πλοῖον ὅτι κἂν λάβῃς παρὰ ἀρχιερέως ἐάν τε μή, ἐγὼ παρὰ τοῦ βασιλέως λαμβάνω τῶι παιδὶ τὴν τάξιν· καὶ οὐδεὶς ἄλλος φανήσεται ἐν Πανὸς πόλει προφήτης Ὡρίωνος ἀποθανόντος εἰ μὴ ὁ παῖς Ὡρίωνος· μαθέτωσαν οὖν τὴν ἑαυτῶν τύχην ἐκεῖνοι οἱ θεοῖς ἐχθροί· καὶ γὰρ ἔλαβεν παρʼ ἐμοῦ τὰ ἴσα τῶν γραμμάτων τῶν βασιλικῶν τῶν περὶ τῆς προφητείας· οὐδὲν δὲ ἰσχύει πρὸς τὰ γράμματα τὰ Διοκλητιανοῦ· ἐγὼ δὲ τέως αὐτὸς παρὰ τοῦ ἀρχιερέως λαμβάνω τὸ μέρος κατὰ τὰ γράμματα τὰ Διοκλητιανοῦ καὶ ἤδη λαμβάνω· αὐτὸς γάρ μοι ὁ ἀρχιερεὺς προσέπεμψεν μετανοήσας διότι καὶ ἐχύλωσεν προστάτου τὸν χρόνον[…]ν δὲ καὶ αὐτὸς φοβηθεὶς τὰ γράμματα τὰ βασιλικὰ προσδοκᾷ οὐδ[…]… ἐὰν θεὸς θέληι ἐμοῦ μ[…]παρουσίαν με[…]π[…]…[…] καὶ τοῦ ἀδελφοῦ ἀφιξομένου τοῦ κ[…] εχ…[…]…[…]…υκε[…]α[…]…[…]ντες· ε…[…]τὴν δὲ σοὶ ἐπιστολὴν[…] φείσασθαι[…]…ασι…[…]ν ἀποδ[…]…[…]η[…] […]ἀναγκαίου […]…[…]…λη…[…]…[…] […]εχων δ[…]…[…]…ιον…[…] […]…τα…[…]…[…]α…ι κα[…] […]α…[…]μιν ο…[…] [column 5] …[…]…ει[…]…[…]αν …[…] μεν[…]…[…]…ει…[…] […]το[…]…[…]… αὐτοῦ […]ι[…]κα[…]εις […] […]ω γραψ[…]ὅτι ὑγιῆ κλα…[…]θ…[…]τηδ[…] […] χρεία ε[…] ως ἀναβάντος […]οδ[…]…στη…[…]…[…] ἔγραψας δέ μοι ὦ μῆτερ ἐν ταῖς αὐταῖς[…] ἐπιστολαῖς ὅτι σα[…] ἀνήλωσα τῶν πατρῴων· ε[…]…[…]ελει τῶν α…[…] οὐδὲν γὰρ ἴδιον ἄνθρωπος ἔχει […]α[…]η[…]· καὶ αὐτὴ […] ὅτε βούλεται[…] καὶ ἀφαιρεῖται πάλιν· ἐάν τις εὐλαβηθῇ τὰ πατρῷα[…], οὐ πάντως εὐτυχεῖ εἰς ὅλον τὸν βίον· οὐδὲ ὁ μὴ σῴζων ταῦτα πάντως ἄπορος γίνεται εἰς τὸν βίον σύμπαντα ἀλλὰ καὶ πολλοὶ μηδὲν ἐκ τῶν πατρῴων παραλαβόντες ηὐτύχησαν καὶ εὐπορώτατοι ἐν τῶι βίωι γεγόνασιν· ὥστε οὐ πάντως λυποῦμαι διότι ἀπώλεσά τινα τῶν πατρῴων· οὐδʼ ἐὰν εἴπῃς ὅτι σοὶ ἀποδώσω ταῦτα παρηγορεῖς με ἐν τούτωι· ἀλλὰ μόνον μοι γίνοιτο ἰδεῖν σέ γε καὶ πάντα ἔχω· γένοιτό με ἐν τῆι οἰκίαι τῆι ἐμῆι εὑρεθῆναι ἔτι καὶ οὐδὲν ἀπώλεσα· εὐτυχῶ πάντα καὶ ηὐδαιμόνησα ἐὰν εὐρωστοῦσάν σε εὕρω· τοῦτο γὰρ ἀεὶ εὔχομαι ὦ μῆτερ, μαρτυροῦσιν οἱ θεοὶ οἱ τὰ πάντα ὁρῶντες· αὕτη μοι μόνη ἡ […]τη ἐλπίς· τοῦτό μοι μέγιστον εὐτύχημα ἐὰν ὑγιαίνουσαν τὴν μητέρα εὕρω ἐπιδημήσας τῆι πατρίδι· διὰ σὲ παρὰ τῆς πατρίδος ἀπεδήμησα· διὰ σὲ καὶ τὴν οἰκίαν μου πάνυ κατελθεῖν ἐζήτησα καὶ ζητῶ· τοῦτο δέ μόνον σε ὑπομιμνήσκω, ὦ μῆτερ· ἐπεὶ ἄλλα αὐτὸς ἔκαμνον εἰς τὸν λάκκον ὅτι σχεδὸν διὰ τὴν ἐμὴν ἐπιμέλειαν ἀνάγκη φροντίζεσθαι ὡς μὴ τοὺς ἡμετέρους καρποὺς παραλάβωσι μόνοι· πολυπραγμόνει οὖν περὶ τῶν φόρων καὶ πέμψον ἐκεῖ τινα ἐπισκέψασθαι· καὶ τοὺς κοινωνούς μου ἤδη μετάπεμψαι Πολυκράτη τε καὶ τὸν προστάτην ὡς ὑπομνησομένους καὶ περὶ τοῦ ἡμετέρου […]… πονεῖν, τοὺς μὲν πόνους […]αυ[…]ης ὑποστῆσαι σύμπαντας […]…[…]…[…]…, τοὺς δʼ ἐμοὺς ἐπὶ τῶν καρπῶν· γράψω δὲ ἤδη χειρὶ ἰδίαι τοῖς φίλοις ἵνα ἡμῖν κοινωνῶσι περὶ τούτου· ἐπεὶ ἤδη καὶ ὁ καιρὸς τῆς συγκομιδῆς[…] καὶ τάχα συμβαίνει μὴ ἀπολειφθῆναι τηνικάδε καὶ καταλαμβάνειν σε κατὰ τὸν τῆς συγκομιδῆς καιρόν· ἀλλὰ ἴσως μὴ α[…]· …[…]χε σὲ καὶ τὸν ἀδελφόν μου Σαραπόδωρον εἰς τὰς ἀπαιτήσεις τῶν φόρων ἀπὸ τῆς Ἀραβίας ο…[…]…[…] …[…]… …[…] […]α· καὶ ἐάν σοι φῇ καὶ ἐμοὶ …[…]παρόντος ἀποδ…[…]…[…] […]ωι τὰς ἀμοιβὰς ἐξ[…]· οἶδεν γὰρ καὶ α[…] […] μὴ ὀκνήσῃς …ε…[…]ισαι ἄλλους τινὰς […] […]…α ἦι· οἶδα δὲ ὅτι […] ὑπὸ σοῦ κληθε[…] […]…θανομε…[…]τοῖς φίλοις ἰδίοις[…] […]… ἐγὼ […]Ταυρίνωι νῦν …[…]νον ὅτι σὺ […] [column 6] …ειν… τὰς ἐμὰς μερίμνας ἔχει. …ις…[…]…[…] τραπ…[…] καὶ ἀδελφικαὶ φιλίαι …[…]…[…] ἔγραψα ἵνα μὴ ὑμᾶς καὶ ἄλλας[…]… ἀδελφ[…]…[…] […]…ημ…· ἐπεὶ οὖν σὺ καὶ …[…]ἄλλο…[…]…[…] …ριους καὶ πάσας ἄλλας· π…[…]…ις τὰς ἐπιστολὰς τὰς ἐμᾶς διὰ …[…]… γράφω ἵνα σοι …[…]…[…] …[…]…[…] οἶδα γὰρ […]…σ…ν πο…ς κολ…[…] …ικω[…]…τουπ…λως εὑρήσεις· … ιν[…]ωνων…[…]…ἴστε· καὶ παρηγορήσει …ι τὴν μητέρα …[…]… καὶ γ[…]ου σχεδὸν πάρεστιν· καὶ παραβαλῶ … αὐτῆι συνεχῶς· καὶ μηδὲ ὅλως αὐτὴν ἀθύμως …[…]σῃς· τὸ αὐτὸ δὲ τοῦτο καὶ τῆι κυρίαι μου μητρὶ Μακαρίαι ἐντέλλομαι. εἰ μὴ ἄρα ἡμῶν ἐπελάθετο· καὶ ἐντειλάμην πολλάκις καὶ ὅτε παρήμην καὶ διὰ γραμμάτων ὅτε ἀπεδήμησα παρηγορήσας τὴν μητέρα ἕως σὺν θεοῖς αὐτὴν καταλάβωμεν· ἐρρῶσθαί σε εὔχομαι, μῆτερ κυρία, ἀσπάζομαι πολλὰ τὸν κύριόν μου ἀδελφὸν Σαραπόδωρον καὶ ἀσπάζομαι τὴν μητέρα μου Μακαρίαν καὶ τὴν μητέρα Κα…αν καὶ Ὡρίωνα τὸν νεώτερον σὺν τοῖς ἀδελφοῖς καὶ τῆι μητρὶ καὶ τὰ παιδία τῆς οἰκίας, ἀσπάζομαι καὶ τὸν ἀδελφόν μου Πολυκράτη καὶ τοὺς υἱοὺς καὶ τὰ παιδία τῆς οἰκίας αὐτοῦ καὶ κατὰ δύναμιν σὺν κ…[…]…α…[…] καὶ […]…ας καὶ ἀσπάζομαι[…]… […]…[…]τοὺς φιλοῦντάς σε πάντας· […]…[…]δ[…]…[…]…[…]…[…]…[…]… […]ν φ[…]της πρ…[…]…[…] […]ια…η…[…]…μη· …[…]…[…]…[…] […]…[…]…[…]…[…] […]…[…]…ηι…[…] […]…[…] [… ? lines lost …]

Connections

Found at Alexandria
Deities Amun

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.