Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

chrest.mitt.88 Arsinoites oder Alexandria

Bericht über verschiedene Verhandlungen in der vorigen Rechtssache via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 9924. Each record below describes this same artifact or text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

[column i] ὁ κράτιστος διοικητὴς Ἰουλιανὸς ὁ διέπων τὰ κατὰ τὴν δικαιοδοσίαν ἠθέλησεν σὲ μεσίτην ἡμῶν καὶ κριτὴν γενέσθαι περὶ ὧν ἔχομεν πρὸς τοὺς ἀντιτεταγμένους. ἦν δʼ ἡμῶν τὸ πρᾶγμα· ὁ πατήρ μου Ἰούλιος Ἀγριππιανὸς δανειστὴς ἐγένετο ἀνδρὸς μὲν τῆς ἀντιτεταγμένης ἀρτίως Δρουσίλλας πατρὸς δὲ …δεντίου Φιλίππου τούτου καὶ ἀφήλικος ἀδελφοῦ αὐτοῦ ἔτι ἀπὸ τοῦ ιγ ἔτους θεοῦ Ἁδριανοῦ, καὶ ὡς οὐκ ἀπελάμβανε τὰ ὀφειλόμενα ἐχρήσατο ἐπὶ περιόντος αὐτοῦ τοῖς νομίμοις μεσεγγύου ἀντειπόντος. μεταλλάξαντος δὲ αὖ τοῦ ἐξ ἀντιδικίας ἡ γυνὴ αὐτοῦ οὖσα Δρουσίλλα προδικοῦσα τῶν τούτου τέκνων Φιλίππου τε τοῦ ἐξ ἀντιδικίας καὶ τοῦ ἀφήλικος τότε οὐδέπω ὄντων τῶν ἐτῶν ἠμφισβήτησεν πρὸς τὸν πατέρα πρὸς Ἀσκληπιάδην γενόμενον …[…], μετερχομένη μὲν προῖκα π……ν ὀφείλεσθαι ἑαυτῇ ὑπὸ τοῦ Ἀπολιναρίου, βοηθοῦσα δὲ καὶ τοῖς ἀφήλιξι καὶ προφερομένη εἶναι αὐτοὺς τοῦ πατρὸς κληρονόμους, μεμφομένη δὲ τοὺς κατασταθέντας αὐτῶν τῆς ὀρφανείας ἐπιτρόπους ὑπὸ τοῦ πατρὸς αὐτῶν ἀπὸ διαθήκης Γέμελλον καὶ Σεμπρώνιον …… ὡς ἀμελήσαντας τῶν τοῖς ἀφήλιξι διαφερόντων. καὶ ἠθέλησεν ὁ Ἀσκληπιάδης τοὺς ἐπιτρόπους παρεῖναι, τὸν δὲ πατέρα μου μηδὲν κατὰ τῶν ὑπαρχόντων οἰκονομεῖν [column ii] Γέμελλον ἐνέτυχεν ἡ Δρουσίλλα Ἰουλίῳ Μαξιμιανῷ τῷ γενομένῳ δικαιοδότῃ, καὶ ἔγραψεν ἐπιστολὴν Κερεάλι γενομένῳ στρατηγῷ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου ἐπιλαβόντα τοὺς ὑπομνηματισμοὺς αὐτοὺς ἐξετάσαι καὶ ἀναπέμψαι τὰ ἐνφερόμενα πρόσωπα. καὶ μετὰ ταῦτα ὁ αὐτὸς Μαξιμιανὸς ὁμοίως καταστάσεως ἐπʼ αὐτοῦ γενομένης τῇ Δρουσίλλᾳ πρός τε τὸν Γέμελλον καὶ Σαβεῖνον καὶ πρὸς τὸν πατέρα μου, καὶ τῆς Δρουσίλλας μεμφομένης τοὺς ἐπιτρόπους ἀπέφηνεν ὁ Μαξιμιανὸς …[…]… οὕτως· γράψω τῷ τοῦ νομοῦ στρατηγῷ ἵνα τοῖς παιδίοις δύο ἐπίτροποι ἀποκατασταθῶσι εἴ τινες προσ…[…]…[…]…αρουσι τὰς ὑποθέσεις ἐπιγνο…[…]……ν τοῦ τετελευτηκότος καὶ …[…]ειτ……ει κατʼ ἐκεῖνον τὸν χρόνον μεθʼ ὃν τέθνηκεν εἰς τὸν ὑμέτερον κίνδυνον ἀναφέρεσθαι καὶ ὑμᾶς ἐνέχεσθαι τῇ ζημίᾳ. οἱ αὐτοὶ ἐπίτροποι ἐροῦσι καὶ πρὸς τὸν δανειστὴν ……α δὲ μὲν ἄλλα πράγματα τά τε πρὸς τοὺς ἐπιτρόπους καὶ τὸν δανειστὴν καθέξω ἵνα ᾖ τὰ ὑμῶν ………α μέχρι ἂν οὗ ἐξετασθῆ μέχρι προκρίματος ὁμοίως καὶ τε…ηται ἐμμενεῖ ἃ δοκεῖ ὁ δανειστὴς ἐξῳ [column iii]κονομηκέναι, ἵνα ἐὰν μὲν ἀποδειχθῇ δανειστὴς εἶναι, μείνῃ αὐτῷ τὰ νόμιμα, ἐὰν δὲ μὴ ἀποδειχθῇ καὶ εἴ τι ἔλαβεν μὴ δεόντως ᾠκονομήσας τοῦτο διπλοῦν ἀποδῷ. οἱ δὲ αὐτοὶ ἐπίτροποι ἐροῦσι καὶ πρὸς τὴν γυναῖκαν περὶ τῆς προικὸς. χειροτονηθήσονται δὲ ἐντὸς κ ἡμερῶν ὑπὸ τοῦ στραηγοῦ τοῦ νόμου, καὶ μετὰ τὴν χειροτονίαν ἐντὸς ε ἡμερῶν ἀπαρτιοῦσιν τὰς δίκας. χειροτονηθέντων οὖν ὑπὸ τοῦ τοῦ νόμου στρατηγοῦ Ἰουλίου Γεμέλλου καὶ Λονγείνου Ἀπολιναρίου ἐγένετο καὶ ἐπὶ παροῦσι αὐτοῖς ὑπὸ τοῦ Μαξιμιανοῦ κατάστασις, καὶ ἀκολούθως τοῖς γεγονόσι αὐτοῦ ὑπομνηματισμοῖς ἐκρίθη τὸν τοῦ νόμου στρατηγὸν ἐξετάσαι πάντα τὸν τοῦ ὑποχρέου πόρον καὶ ἐν πόσοις ἐστὶ τὰ ὀφειλόμενα καὶ δηλῶσαι αὐτῷ. τοῦ δὲ στρατηγοῦ διακούσαντος καὶ δόντος λογοθέτας οὓς εἵλαντο, Δρουσίλλας μὲν Ἄλκιμον γεγυμνασιαρχηκότα τῆς τῶν Ἀρσινοείτων πόλεως, τοῦ δὲ πατρός μου Πτολεμαῖον [column iv] ὁμοίως γεγυμνασιαρχηκότα, μετέδωκεν ὁ πατήρ μου κατὰ τὸ ἀκόλουθον διʼ ὑπηρέτου τοπικοῦ τοῖς λογοθέταις τοὺς λόγους τῶν τε ὀφειλομένων αὐτῷ κεφαλαίων καὶ τόκων καὶ ὧν ἔσχε προσόδων. ἡ δὲ Δρουσίλλα καὶ οἱ ἐπίτροποι συνειδότες ὡς ἀνόνητος αὐτοῖς ἐστιν ἡ λογοθεσία περιέστησαν τοὺς λογιστὰς ἕως ἐτελεύτησεν ὁ πατήρ μου, ἐμοῦ δὲ ὡς ἔτι νέου ὄντος καὶ ἀγνοοῦντος τὰ τοῦ πατρὸς πράγματα ἠμφισβήτησε πρὸς ἐμὲ ἐπὶ τοῦ τοῦ νομοῦ στρατηγοῦ, ὃς ἐπιγνοὺς τὰ κεκριμένα ἀνέπεμψεν ἡμᾶς ἐπὶ τοὺς αὐτοὺς λογοθέτας καὶ ἐκέλευσεν ἐξαργυρισθῆναι ἑνὸς ἐνιαυτοῦ γενήματα μέχρι τοῦ τῆς λογοθεσίας ἀπαρτισμοῦ, ἐπεὶ οὖν ἐξαργυρισθέντα τὰ γενήματα ἐθεματίσθη, τῆς δὲ ἀντίας Δρουσίλλας περιισταμένης τὴν λογοθεσίαν ὁμοίως κατεστάθησαν καὶ αἱ τῶν ἑξῆς ἐτῶν πρόσοδοι, ἐμοῦ ἐν στρατείᾳ γενομένου [column v] ἡ μήτηρ μουἩραὶς τῆς Δρουσίλλας […]…μω ἐπὶ Ἡρώδου τοὺς δεδομένους κριτὰς πεμ[…]… τὴν τῶν γενημάτων ἀποχήν, καὶ ἀκολουθ[…]…το ι…ι ὑπαρ…[…]… πάντων σου καὶ ενοσ…[…]του Φαμενὼθ ὑπομνηματις[…]ἀπέφηναν οὕτως ὁ Μαξιμιανὸς ὁ τὴν ἐπιστολὴν γράψας περὶ τῶν γενημάτων διαλαμβάνων κατ[…]ν περὶ τοῦ πράματος καὶ μετὰ ταῦτα Κελερον στρατηγὸς β, εἶτα καὶ Νεουκύδης ὁ κράτιστος δικαιδότης μεν α… περὶ τῶν γενημάτων ἔκρινεν· δύναται δὲ περὶ τούτου ἐντυχεῖν τῷ τοῦ νομοῦ στρατηγῷ …[…]…ου ἡ Δρουσίλλα. ἡ μὲν λογοθεσία κατὰ τὰ κριθέντα εὐθέως ἀπαρτισθήσεται, προνοήσει δὲ Ἀπολινάριος ὁ τοῦ νομοῦ στρατηγὸς ἐντὸς ἡμερῶν λ τὴν λογοθεσίαν γενέσθαι, ὑπηρέτην εἰς τοῦτο ἀποτάξας ἵνα μή τι πλέον παρέλκηται. μετὰ ταῦτα γενομένης ἡμῶν καταστάσεως ἐπὶ Σεντίου Μαξίμου χιλιάρχου τοῦ ἐπὶ [column vi] τῶν κεκριμένων ἐπιγνοὺς τὰ κεκριμένα ἠνάγκασεν ἡμᾶς[…]…αψησαι ἐν

Connections

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.