no image
DDbDP-text
Πώλησις ὄνου via HGV-meta
Sale of a donkey foal to the veteran Lucius Vespasianus Gemellus. A contract recording the sale of a young white donkey by Dioskoros son of Pasion to the veteran Lucius Vespasianus Gemellus for 200 bronze drachmas. It was drawn up and registered at Karanis in the Arsinoite nome in autumn AD 150. machine translation
Linked by Trismegistos ID
TM 10132.
Each record below describes this same artifact or text from a different angle.
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ
Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς,
μηνὸς Νέου Σεβαστοῦ Ἁθὺρ[…]ἐν
Καρανίδι τῆς Ἡρακλείδου μερίδος
τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ
Διόσκορος Πασίωνος τοῦ Πασίωνος
μητρὸςΘαήσεως ἀπὸ ἀμφόδου Συριακῆς ὡς
ἐτῶν κ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς Λουκίῳ Οὐεσπασιανῷ Γεμέλλῳ οὐετρανῷ ὡς
ἐτῶν κ οὐλὴ ἀντικνημίοις ἀμφοτέροις,
πεπρακέναι αὐτῷ τὸν ὁμολογοῦντα ὄνον πῶλον ἄβολον
λευκόν, τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τοῦ Λουκίου τὴν συμπεφωνημένην τιμὴν πᾶσαν
ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου χαλκοῦ δραχμὰς διακοσίας
[…]φ[…]καὶ βεβαιώσει πάσῃ βεβαιώσει αὐτῷ ὁ ὁμολογῶν
ἀπὸ παντὸς τοῦ ἐπιλημψομένου.
ὑπογραφεὺς Διόσκορος Πασίωνος
ὁμολογῶ πεπρακέναι τῷ Γεμέλλῳ τὸν προκείμενον ὄνον καθὼς
πρόκειται. Ἀκοῦς γέγραφα ὑπὲρ αὐτοῦ
ἀγραμμάτου.
ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.