no image
DDbDP-text
Wohnungsmiete via HGV-meta
Lease of part of a house in the Eastern Fort quarter of Hermopolis. A lease in which Aurelius Eleutherios rents from Phoibammon and his wife Taurine the ground floor of two-thirds of a house, with a third of its well, in the Eastern Fort quarter of Hermopolis, for 100 silver talents a month. It is dated 24 March 471 and signed by a scribe for the illiterate lessee, with witnesses. machine translation
Linked by Trismegistos ID
TM 19340.
Each record below describes this same artifact or text from a different angle.
[B]
μετὰ τὴν ὑπατείαν Φλαουίου Ἰορδάνου καὶ Σευήρου τῶν λαμπροτάτων, Φαμενὼθ κη,
θ ἰνδικτιόνος.
Αὐρηλίοις Φοιβάμμωνι Βασιλείδου καὶ τῇ τούτου γυναικὶ Ταυρίνῃ
ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίου Ἐλευθερίου Ταυρίνου μετὰ Εἰρήνης
Μαγίρου ἀπὸ τῆς αὐτῆς πόλεως· ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως
μεμισθῶσθαι παρά σου ἐφʼ ὃν βούλει χρόνον λογιζόμενον ἀπὸ
νεομηνίας τοῦ εἰσιόντος μηνὸς Φαρμοῦθι τῆς παρούσης ἐνάτης ἰνδικτίονος
τὸ ὑπάρχον κληρωθὲν ὑμῖν παρὰ Εὐδαιμονίδος Ἑρμείνου μονάζοντος
καὶ Πνιαμίας Ἡρακλάμμωνος δίμοιρον μέρος οἰκίας πάσης
ὁλοκλήρου μόνον ἐπὶ ἐδάφη καὶ χρηστήρια σύνπαντα οἵας ἐστὶ
διαθέσεως καὶ τρίτον μέρος τοῦ ἐκεῖσε φρέατος ἐνόντα ἐν
Ἑρμουπόλει
ἐπʼ ἀμφόδου Φρουρίου ἀπηλιώτου, σοὶ συμπαρέχοντός μου
πρὸς οἴκησίν μου καὶ χρῆσιν ἐνοικίου κατὰ μῆνα ἀργυρίου
ταλάντων ἑκατὸν , ὅπερ ἐνοίκιον ἀποδώσω σοι πρὸς λῆξιν ἑκάστου
μηνὸς ἀνυπερθέτως καὶ ὁπόταν βουληθῇς ἔχειν, παραδώσω σοι
τὸ αὐτὸ δίμοιρον μέρος οἰκίας ἐπὶ θύραις καὶ κλεισί, ὡς παρείληφα.
ἡ μίσθωσις κυρία καὶ ἐπερωτηθεὶς ω῾μολόγησα. Αὐρήλιος Ἐλευθερίου Ταυρίνου
μεμίσθωμαι,
ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων Ἰωάννου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ
γράμματα
μὴ εἰδότος. Αὐρήλιος Φοιβάμμων Βασιλείδου μαρτυρῶ.
Αὐρήλιος Κολλοῦθος Ἐπιμελοῦς ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει.
διʼ ἐμοῦ Ἰωάννου ἐγράφη.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.