no image
DDbDP-text
Zahlungsanweisung via HGV-meta
Linked by Trismegistos ID
TM 38163.
Each record below describes this same artifact or text from a different angle.
ὁ εὐαγὴς ξενὼν τῶν Εὐβούλων διʼ ἐμοῦ Γρηγορίου ἀναγνώστου καὶ διοικητοῦ Σενουθίῳ λογογράφῳ Μήσεως παράσχου Γεωργίῳ ἐδ ὑποβοηθῷ τοῦ θείου δεσποτικοῦ οἴκου ὑπὲρ χρυσίου δανείου ἐν μηνὶ Μεσορὴ ιβ ἰνδικτίωνος νομισμάτων μη τῶν καὶ προχωρησάντων εἰς ἀγορασίαν σίτου λόγῳ τῆς αἰσίας ἐμβολῆς καὶ ὑπὲρ τόκου νομισμάτων β μοδιῳ φακοῦ ἀρτάβας πεντακοσίας τὰς καὶ ὀφειλούσας φυλαχθῆναι παρὰ τῷ προγεγραμμένῳ ἕως Ἁθὺρ πληρουμένου καὶ μόνου τῆς αὐτῆς β ἰνδικτίωνος ἐφʼ ᾧ ἀναλαμβάνοντος αὐτοῦ τὸ χρυσίον ἀναδοῦναι τὸ ἐπίσταλμα ἢ τὰς εἰρημένας φ ἀρτάβας τῆς αὐτῆς φακῆς Φαῶφι ιβ ἰνδικτίωνος Γρηγόριος σὺν θεῷ ἀναγνώστης καὶ διοικητὴς τῆς φακῆς ἀρταβῶν πεντακοσίων μόνων Σενούθῃ λογογράφῳ Μήσεως φακοῦ ἀρτάβας φ μέτρῳ μοδίῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.