no image
DDbDP-text
Darlehen mit Hypothekenbestellung via HGV-meta
Linked by Trismegistos ID
TM 10147.
Each record below describes this same artifact or text from a different angle.
ἔτους[…]Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ μηνὸς Ἀρτεμισίου α Φαμενὼθ α ἐν
[…]μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Ταπιᾶμις Ἀπύγχεως πρεσβυτέρου ἀπὸ κώμης[…]μετώπῳ ἐξ ἀριστερῶν μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Στοτοήθιος[…] Πακύσι Σαταβοῦτος τοῦ Μύσθου ὡς ἑτῶν μ οὐλὴ δακτύλῳ
[…]ἔχειν παρʼ αὐτοῦ τὴν ὁμολογοῦσαν παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου ἐπισήμου κεφαλαίου[…]νομίσματος[…]δραχμὰς δισχιλίας ἑκατὸν τόκου δραχμῆς τῇ μνᾷ τὸν
μῆνα ἕκαστον ἐφʼ ὑποθήκῃ[…]διὰ τῆς τῶν ἐγκτήσεων βιβλιοθήκης τῶν ὑπαρχόντων αὐτῇ ἐν τῇ προκειμένῃ κωμῃ, ἐν οἷς[…]οἰκία καὶ αὐλὴ, καὶ καταλυμάτων δύο καὶ αὐλὰς δύο ἀνὰ μέσον
[…]οντων πάντων ἐν μιᾷ σφραγῖδι, ὧν γείτονες ὅλων τῶν
[…]νότου τοῦ δεῖνος[…]οἰκία καὶ αὐλή, βορρᾶ Πανεφρέμμεως τοῦ Ὀννώφρεως οἰκία
[…]τοῦ[…]ου οἰκία καὶ αὐλὴ, λιβὸς καὶ ἀπηλιώτου ῥύμη βασιλική, ἐπὶ δὲ
τοῖς ἐνοῦσι θεμελίοις καὶ τείχεσι καὶ γειτνίαις καὶ πηχισμοῖς καὶ τῇ οὔσῃ διαθέσει ἀκολούθως ταῖς
εἰς αὐτὴν γεγονυίαις καταγραφαῖς. τὴν δὲ ἀπόδοσιν ποιήσθω ἡ ὁμολογοῦσα Ταπιᾶμις τῷ Πακύσι τάς τε
τοῦ κεφαλαίου ἀργυρίου ἐπισήμου δραχμὰς δισχιλίας ἑκατὸν καὶ τοὺς τόκους ἐν μηνὶ Μεχεὶρ τοῦ εἰσιόντος
[…]ἔτους Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, εἰς τὸ μὴ ἐξεῖναι αὐτῇ πωλεῖν μηδὲ
ὑποτίθεσθαι ἑτέροις μηδʼ ἄλλως καταχρηματίζειν ἄχρι οὗἀπο-δώσει ἡ ὁμολογοῦσα Ταπιᾶμις τῷ Πακύσι
τὰς τοῦ προκειμένου κεφαλαίου δραχμὰς ἐκ πλήρους. ἐὰν δέ μὴ ἀποδῶι ἡ ὁμολογοῦσα Ταπιᾶμις ἐν τῇ ὁρισθείσῃ προθεσμίᾳ, ἐξεῖναι τῷ Πακύσι ἢ τοῖς παρʼ αὐτοῦ χωρὶς διαστολῆς καὶ ἐπαγγελίας τὴν τῆς ὑποθήκης
ἐπικαταβολὴν ποιήσασθαι ταξαμένοις τὰ τέλη ἀκολούθως τοῖς νόμοις τῶν ὑποθηκῶν, καὶ βεβαιώσειν τὴν ὁμολογοῦσαν Ταπιᾶμιν καὶ τοὺς παρʼ αὐτῆς τῷ Πακύσι καὶ τοῖς παρʼ αὐτοῦ τὰ κατὰ τὴν ὑποθήκην ταύτην πάσῃ βεβαιώσει
καὶ παρέξασθαι αὐτὴν τὴν ὑποθήκην ἀνέπαφον καὶ ἀνενεχύραστον καὶ ἀνεπιδάνειστον καὶ καθαρὰν ἀπὸ ἐπιγραφῶν
πασῶν καὶ δημοσίων τελεσμάτων πάντων ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας
καὶ ἀπὸ ἰδιωτικῶν καὶ παντὸς ὀφειλήματος καὶ ἐν-ποιήσεως ἐπὶ τὸν ἅπαντα χρόνον, μενούσης κυρίας
τῆς ὑποθήκης ?, γινομένης τῷ Πακύσι τῆς πράξεως ἔκ τε τῆς ὁμολογούσης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεῖς τῆς μὲν Στοτοήτιος Στοτοῆθις ὁ ἐπιγραψάμενος αὐτῆς κύριος καὶ υἱὸς, τοῦ ἄλλουSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.