no image
DDbDP-text
Κλαύδιος Ἀφροδίσιος
Ἐπαφροδίτῳ χαίρειν.
γράψον μοι εἰ ἕτοιμά ἐστιν
τὰ κτήματα τοῦ διακαθαίρεσθαι.
Ὀνησᾶτι δὸς κοτύλας β
ἐλαίου καὶ σαϊτια δύο.
Ἡρᾶς, ἄν παρὰ σοῖ γένηται,
ἐπιχορηγῇ εἰς τὰς προειρημένας δαπάνας, ἐπακολουθοῦντος σοῦ. διαπέμψαι
μοι δειγμάτιον τῶν ἐλαδίων
ἵν’ εἰδῶ ποταπὰ παραλαμβάνων καὶ Nίλωι δὸς ἐλαίου κοτύλας β.
ἐὰν ἐργάζηται ὁ οἰκοδόμος, δὸς αὐτῷ βοῦς … καὶ ἀρτάβας ….
ἔρρωσο.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.