Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.bas.2.53

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ὑπατείας Φλαυίου Ἰωάννου Φαῶφι ἑνδεκάτῃ, δευτέρας ἰνδικτίονος. Φλαυίῳ Πέτρῳ Σιλβανοῦ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Φλαυίου Σιλβανοῦ Φοιβάμμωνος πατρὸς τοῦ προγεγραμμένου Πέτρου ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Σιλβανὸς ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ σοῦ τοῦ προγεγραμμένου μου υἱοῦ Πέτρου ἐφ ὅσον χρόνον βούλομαι, λογιζόμενον ἀπὸ καρπῶν τῆς σὺν θεῷ μελλούσης τρίτης ἰνδικτίωνος καὶ αὐτῆς ν δεσποτείαν καὶ πᾶσαν νόμιμον νομὴν τοῦ ὑπάρχοντός σοι καὶ περιελθόντος εἰς σὲ ἀπὸ δικαίου μητρῴας διαδοχῆς τρίτου μέρους ἀρουρῶν δύο τετάρτου σπορίμης γῆς πλέω ἔλαττον ἀπὸ ἀρουρῶν ἐννέα διακειμένων τῷ ἀπηλιώτῃ τῆς αὐτῆς πόλεως ἐν πεδιάδι κώμης Ἐνσεῦ τοῦ αὐτοῦ νομοῦ ἐν τρισὶ τοποθεσίαις· ἐν μὲν μιᾷ τοποθεσίᾳ ἀρούρης μιᾶς τετάρτου ἀπὸ ἀρουρῶν πέντε, ἐν δὲαε ἄλλῃ τοποθεσίᾳ ἀρούρης ἡμίσεος τετάρτου ἀπὸ ἀρουρῶν τριῶν οὐσῶν ἐν γεωργίῳ καλουμένῳ τοῦ Ἀκανθῶνος καὶ ἐν τῇ ἄλλῃ τοποθεσίᾳ τετάρτου ἀρούρης ἀπὸ ἀρούρης μιᾶς καλουμένης Ἑρμοδώρου ἐκ βορρᾶ τοῦ αὐτοῦ γεωργίου ἀρουρῶν δύο τετάρτου, κατὰ κοινωνίαν τοῦ σοῦ ἀδελφοῦ Γεωργίου εἰς τὸ ἐπιβάλλον αὐτῷ τρίτον μέρος καὶ τοῦ ἄλλου ὑμῶν ἀδελφοῦ Φοιβάμμωνος εἰςετς τὸ ὑπόλοιπον καὶ ἐπιβάλλον αὐτῷ τρίτον μέρος εἰς συμπλήρωσιν τῶν αὐτῶν ἀρουρῶν σὺν τῷ ἐπιβάλλοντι αὐταῖς πεντεκαιδεκάτῳ μέρει τοῦ ἐκεῖσε κεχωρισμένου λάκκου καὶ κυκλευτηρίου καὶ βοοστασίου καὶ τῆς εἰσόδου καὶ ἐξόδου καὶ παντὸς αὐτοῦ δικαίου, εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, ἐφʼ ᾧτε κατὰ τὰ μεταξὺ ἡμῶν συμπεφωνημένα ἔχειν με ἐπὶ πάντα τὸν χρόνον τὸ μέρος τῆς τῶν αὐτῶν ἀρουρῶν δύο τετάρτου παντοίας προσόδου· ὁμολογῶ δὲ διδόναι λόγῳ φόρου ἀποτάκτου τοῦ αὐτοῦ μέρους καθʼ ἕκαστον ἐνιαυτὸν τῷ συμβρόχῳ σίτου ἀρτάβας τέσσαραςτεσσερας τῷ δὲ ἀβρόχῳ, τὸ μὴ εἴη, ἀλλότριός εἰμιειμε τῆς γεωργίας καὶ τοῦ φόρου, ὅνπερ φόρον νέον καθαρὸν κεκοσκινευμένον μέτρῳ Ἀθηναίῳ ἀποδώσω καὶ μετρήσω τῷ Ἐπεὶφεπειε μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως, καὶ ἀποκαταστήσω τὸν αὐτὸν φόρον εἰς τὸν οἶκόν σου ἐν Ἑρμοῦ πόλει ἰδίοις μου ζῴοις καὶ ἀναλώμασι. ἡ μίσθωσις κυρία καὶ βεβαία, καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Φλάυιος Σιλβανὸς Φοιβάμμωνος ὁ προγεγραμ μένος μεμίσθωμαι ὡς πρόκειται. ἀπὸ μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου ἀπὸ μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου ἀπὸ μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Μηνᾶ συμβολαιογράφου Φαῶφι ια ἰνδικτίονος β μίσθωσις Σιλβανοῦ Φοιβάμμωνος

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.