no image
DDbDP-text
Linked by Trismegistos ID
TM 77999.
Each record below describes this same artifact or text from a different angle.
[1]
Σαραπίων Πετειμούθηι χαίρειν· τοῦ πρὸς
Λεωνίδην χρηματισμοῦ ἀντίγραφον ὑπόκειται
[…] ἔρρωσο ἔτους λα Μεχεὶρ ϛ
Λεωνίδηι.[…] τοῦ παρὰ
Θρασύλλου τοῦ συγγενοῦς καὶ διοικητοῦ
χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· κατακολουθήσας οὖν μέτρησον συνυπογράφοντος
Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως τοῖς ἐπὶ τῆς
συμπλεούσης Ἀλεξάνδρωι τῶι ἐπὶ τῆς ὑπηρεσίας
[…] προκεχειρισμένωι εἰς τὴν χώραν
κ[…]ειαν τὸ καθῆκον μέτρημα τοῦ μηνὸς πυροῦ ἀρτάβας ξδ,
ἀπὸ Τυβὶ ἕως Μεχεὶρ τοῦ παρόντος διμήνου τὰς συνκεκριμένας δόσεις πυροῦ ἀρταβῶν ἑκατὸν εἴκοσι ὀκτώ,
γίνονται πυροῦ ἀρτάβαι ρκη, καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς
ὡς καθήκει. ἔτουνα Μεχεὶρ ϛ
Θράσυλλος Σαραπίωνι χαίρειν. χρημάτισον Πτολεμαίου τοῦ πρὸς τῶι διοικητικῶι στόλωι τοῖς ἐπὶ τῆς[…]
ληγου τῆς συμπλεούσης Ἀλεξάνδρωι τῶι ἐπὶ τῆς ὑπηρεσίας προκεχειρισμένωι εἰς τὴν χώραν κ[…]ειαν,
τὰ κεκριμένα σιταρχήματα ἀπὸ Ἁθὺρ τοῦ λα ἔτους
ἐφʼ ὃν ἂν ἦι ἐπὶ τῶν τόπων χρόνον, καὶ αἱ δόσεις
γινέσθωσαν κατὰ μῆνα τοῦ μηνὸς χαλκοῦ τάλαντα δέκα
δύο, γίνονται χαλκοῦ τάλαντα ιβ, πυροῦ ἀρτάβας ξδ, γίνονται πυροῦ ἀρτάβαι ξδ, καὶ σύμβολον
καὶ ἀντισύμβολον ποίησαι ὡς εἴθισται.
ἔρρωσο ἔτους λα Ἀπελλαίου κα Φαωφὶ κα.
τοῖς γραμματεῦσιν ἔτους λα Μεχεὶρ ϛ.
Ἡρακλεοδώρωι ἔτους λα Μεχεὶρ ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.