no image
DDbDP-text
[r]
Σαραπίων Πετειμούθηι χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον
χρηματισμοῦ ἀντίγραφον ὑπόκειται· ἔρρωσο· ἔτους λα Μεσορή […]
Λεωνίδηι σιτολόγωι· τῆς παρʼ Ἀπολλωνίου καὶ Εἰρηναίου γραμματέων
συντάξεως πεζικοῦ αἰτήσεως ἀντίγραφον ὑπόκειται· μέτρησον οὖν συνυπογράφοντος Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως τοῖς ἀποτεταγμένοις ἐν τῶι νομῶι στρατιώταις τὸ καθῆκον μέτρημα πυροῦ ἀπὸ Φαῶφι
ἕως Μεχεὶρ τοῦ λβ ἔτους μηνῶν πέντε παλαιστρατ…[…]
[…]τοῦ μετακειμένου εἰς τὴν θ… […]
[…]…νοτο…[…]
[… ? lines lost …]
[…]γ…[…]
[…]…[…]
πυροῦ γη…[…]
καὶ τοῦ μετακειμένου εἰς[…]
σκαφῶν τῶν τ…[…]
[…]…πλε…[…]
καὶ τοῖς ἐπὶ τῶν κα[…]τὸ καθῆκον μέτρημα
τοῦ μηνὸς πυροῦ ἀρτάβας Ατϙθ 𐅵 ἀπὸ Φαῶφι ἕως Μεχεὶρ τοῦ λβ ἔτους τὰς συναγομένας πυροῦ ἀρτάβας μέτρῳ
ἀνηλωτικῶι ἑξακισχιλίας ἐνακοσίας ἐνενήκοντα ἑπτὰ ἥμισυ
γίνονται πυροῦ μέτρωι ἀνηλωτικῷ ἀρτάβαι Ϛϡϙζ 𐅵 …ην δόσιν ποίησαι
αὐτοῖς τοῖς ἀνδράσι γνωστευομένοις ὑπὸ τῶν ἰδίων ὑπηρετῶν ἐπεσταλμένα ἐν τῶι μηνί· τῶι πρότερον γραφέντι μὴ προσχρῆσθαι
καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει·
Σαραπίωνι τῶν πρώτων φίλων καὶ ἐπὶ τῶν προσόδων
παρʼ Ἀπολλωνίου καὶ Εἰρηναίου γραμματέων συντάξεως
πεζικοῦ· ἐὰν φαίνηται συνταγήσεται Λεωνίδηι τῶι
πρὸς τῆι σιτολογίαι τοῦ νομοῦ μετρῆσαι τοῖς ἀποτεταγμένοις ἐν τῶι νομῶι στρατιώταις τὸ καθῆκον μέτρημα
πυροῦ ἀπὸ Φαῶφι ἕως Μεχεὶρ τοῦ λβ ἔτους τοῦ μηνὸς
πυροῦ ἀρτάβαςΑτϙθ 𐅵 μηνῶν δὲ πέντε τὰς συναγομένας πυροῦ ἀρτάβας Ϛϡϙζ 𐅵·
[v]
ΠετειμούθῃSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.