no image
DDbDP-text
Σαραπίων Πετειμούθῃ χαίρειν· τοῦ πρὸς Λεωνίδην τὸν σιτολόγον χρηματισμοῦ ἀντίγραφον
ὑπόκειται· ἔρρωσο· ἔτους λα Χοιὰκ ζ
Λεωνίδῃ· τῆς παρὰ Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως ἐπιστολῆς περὶ ὧν γράφει δεῖν χρηματισθῆναι
εἰς δάνεια τοῦ εἰς τὸ λα ἔτος σπόρου τοῖς Περὶ Τέκμι εἰς ἣν διεσάφει ἀπέχεσθαι ἀπὸ κληρουχικῆς καὶ ἄλλης γῆς
ἀντίγραφον ὑπόκειται· κατακολουθήσας οὖν μέτρησον συνυπογράφοντος Θήριδος τοῦ συγγενοῦς καὶ στρατηγοῦ
καὶ τοῦ Πετειμούθου τοῖς Περὶ Τέκμι ἀναπεπεμμένοις κληρούχοις καὶ ἄλλοις πρότερον ληφθείσης
αὐτῶν χειρογραφίας ὅρκου βασιλικοῦ περὶ τοῦ κατασπερεῖν τὴν γῆν καὶ μηδεμίαν ἐάσειν εἰς ἄσπορον
καὶ παραδώσειν ἐκ νέων ἅμα τοῖς τῆς γῆς ἐκφορίοις τὰ καθήκοντα τῆς ἀναδόσεως διὰ τῆς τοῦ τοπογραμματέως καὶ τῶν ἄλλων τῶν εἰθισμένων γνώμης[…]γῆν ἀπὸ βασιλικῆς περὶ Ἰβιὼν Τέκμι σπερεῖς …[…]
[…]κληρουχικῆς γῆς ὁμοίως ἐν τῶι λα ἔτει ἀρτάβας ι γίνονται ἀρτάβαι πυροῦ δέκα καὶ σύμβολον καὶ ἀντισύμβολον ποίησαι πρὸς αὐτοὺς ὡς καθήκει·[…]εκτε[…]…[…]
[… ? lines lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.