no image
DDbDP-text
Ν ἔτους λα […]
Σαραπίων Πετειμούθηι χαίρειν· τῶν πρὸς Χαιρέαν
καὶ Ἀπολλώνιον χρηματισμῶν ἀντίγραφον ὑπόκειται·
ἔρρωσο· ἔτους λα Φαρμοῦθι ια
Χαιρέαι· μεταβαλοῦ Ἀπολλωνίωι βασιλικῶι τραπεζίτηι ὥστʼ εἰς φόρετρον πυροῦ τοῦ ἐμβαλλομένου
εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν συνυπογράφοντος
Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως χαλκοῦ
τάλαντα διακόσια γίνονται χαλκοῦ τάλαντα σ ἀκολούθως τοῖς ὑπὸ
Θρασύλλου τοῦ συγγενοῦς καὶ διοικητοῦ συγκεκριμένοις· ἔτους λα …[…]
Ἀπολλωνίωι· χρημάτισον παρὰ Χαιρέου τοῦ πρὸς τῆι
τραπεζιτείαι τοῦ νομοῦ χαλκοῦ τάλαντα διακόσια
γίνονται χαλκοῦ τάλαντα σ τῶι Λεωνίδῃ τῶι πρὸς τῇ σιτολογίαι τοῦ νομοῦ ὥστʼ εἰς φόρετρον πυροῦ τοῦ ἐμβαλλομένου εἰς Ἀλεξάνδρειαν εἰς τὸ βασιλικὸν κατὰ τὴν
ἐπισταλεῖσαν παρʼ ἐμοῦ διάταξιν συνυπογράφοντος
Πετειμούθου τοῦ βασιλικοῦ γραμματέως ἀκολούθως
τοῖς ὑπὸ Θρασύλλου τοῦ συγγενοῦς καὶ διοικητοῦ
συγκεκριμένοις·
Ἡρακλεοδώρῳ τοῖς γραμματεῦσι ἔτους λα Φαρμοῦθι ια
ἔτους λα Φαρμοῦθι ιαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.