Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.berl.zill.1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

προθυμως εκασται ν υπο του ετι δε και ενοχλητω δην στοις το εξης α τοπον ην σιθηειν ει αν των οἰκοδομηθῆναι λια και σι γενοιτας τις ερι γομ συνε τῶν εἰς ταῦτα καταταγέντων ἀντιδότων καὶ ἑτέρων τοῖς ἰδιώταις ἐκ τῆς βασιλικῆς γῆς ἀποδοθέντων. ἐὰν φαίνηται, καλῶς ἂν ποιήσαιτε προστάξαντες ἐπιμελεῖσθαι Διοσκουρίδει τῶι ἀρχισωματοφύλακι καὶ διοικητῆι περὶ τούτων προσανηνέγκαμεν δʼ ὑμῖν καὶ περὶ τοῦ ἐν τῆι μητροπόλει φρουρίου ἵνʼ ἐπεὶ οἰόμεθα ἀνώχυρόν τε ὑπάρχειν πολλῶν ὑπερκειμένων τόπων ἐνίων δʼ αὐτοῦ καὶ τείχων σεσειγμένων ἐὰν φαίνηται προστάξητε καθελεῖν αὐτὸ πολύ τις ὑποβαλλομένης εἰς τὴν ςν καὶ τῆς ἐκ τούτου λυτῆς ης πλίνθου κα μηδενὸς δὲ ἐπὶ τούτου προσπεφωνημένου παειν προσανενεγκόντες ἐὰν μὴ ἄλλως δοκῆι περὶ τούτου κατὰ τὸ δατηι εὐτυχεῖτε ἔτους κα Μεσορὴ λ Διοσκουρίδει. ποιεῖν περὶ τούτων ὃν τρόπον οἴεται. κϛ Φαῶφι γ Πτολεμαῖος Διοσκουρίδει χαίρειν. περὶ μὲν τῆς πράσεως τῶν ἐμπεριλαμβανομένων ἐν τῶι κατασκευαζο μένωι ἐπὶ τοῦ καθʼ Ἡρακλέους πόλιν ὅρμου φρουρίωι ψιλῶν τόπων καὶ τῆς ἀντιδοθησομένης τοῖς κυρίοις ἐκ τῆς βασιλικῆς γῆς ἀνενεγκάντων ἡμῶν ἐπὶ τὸν βασιλέα καὶ τὴν βασιλίσσαν ε ἐπεστάλκεις Διονυσίωι τῶι βασιλικῶι γραμματεῖ σινωμ διὰ τὸ πιεσθῆναι οὐκ ἂν εὐκαίρως ς ἔλθοις ἐπὶ τῶν τόπων ὑπολελειμμένοι τηι κηρυχθείησαν ἐκ τοῦ βασιλικοῦ τὰ ἄλλα ὅσαπερ ἐπὶ τῶν ἐκ βασιλικοῦ πεπραμένων γένοιτο. καλῶς ἂν ποιήσῃς συντέλειαν τοῦ ὀχυρώματος ἐπιστεῖλαι Σαραπίωνι τούτωι ἔτι δὲ καὶ Διονυσίωι τῶι βασιλικῶι γραμματεῖ ἐπιτελεῖν ταῦτα καὶ τὰ ἀπὸ τῆς τιμῆς χρήματα δέχεσθαί τε παρὰ τοῦ βασιλικοῦ τραπεζίτου καὶ τῶν εἰθισμένων καὶ ἀναλίσκειν εἰς τὰ ἔργα καθότι καὶ ἐπὶ τῶν ἄλλων τῶν ἐισενηνεγμένων παρὰ τῶν ἐν τῶι νομῶι. οἰκονομεῖται ὃν τρόπον ἦμεν ἐσταλμένοι ἔρρωσο ἔτους κϛ Μεχεὶρ λ. Διοσκουρίδης Σαραπίωνι χαίρειν. τῆς γενομένης εἰσδόσεως τῶι βασιλεῖ καὶ τῆι βασιλίσσηι παρὰ Πτολεμαίου τῶν ἀρχισωματοφυλάκων καὶ στρατηγοῦ μετενεχθείσης δε τον προ στοχασαι ὥστε βασιλεῖ Πτολεμαίωι καὶ βασιλίσσηι Κλεοπάτραι θεοῖς Φιλομήτορσι παρὰ Πτολεμαίου τοῦ ἀρχισωματοφύλακος καὶ στρατηγοῦ του υφη κατα ιδιωτ του υπε ανα καὶ ε αὐτοὺς παρσαι θαι οιος τ προστάξασ- θαι καὶ ἡμῖν τὸ δοχθὲν διασαφῆσαι. εὐτυχεῖτε Διοσκουρίδει. ποιῆσαι ἔτους κϛ Φαμενὼθ ιε. Διοσκουρίδης Σαραπίωνι χαίρειν. ἐπεὶ ἐκ τῶν παρὰ Πτολεμαίου τῶν ἀρχισωματοφυλάκων καὶ στρατηγοῦ γεγραμμένων ἡμῖν τὰ κατὰ τὴν οἰκοδομὴνοἰκοδόμησιν τοῦ κτιζομένου ἐπὶ τοῦ καθʼ Ἡρακλέους πόλιν ὅρμου φρουρίου ἐν συντελείαι ἐστίν, εἰς δὲ τὴν τῶν πυλῶν κατασκευὴν οἴεται δεῖν ὁ Πτολεμαῖος ξύλα τε καὶ σίδηρον ὡς εἰς ἀσπίδας καὶ ἥλους χορηγηθῆναι, καὶ γεγράφαμεν τοῖς ἐν τῆι Θηβαίδι ἐκπέμψαι τὰ σημανθέντα τοῦ σιδήρου καθʼ ὅτι Πρώταρχον τὸν ἀρχιτέκτονα ἀνενεγκεῖν συντάξασθαι δὲ τοῖς σκεπάζουσι παραδοῦναι οἷς ἂν σύ τε καὶ Διονύσιος ὁ βασιλικὸς γραμματεὺς συστήσητε, προνοήθητι ὅπως αἵ τε θυραὶ κατασκευασθῶσιν ἐξ ἐπιχωρίων ξύλων ἐπιτήδειαι καὶ ὁ διαποιήσων σίδηρος καταχρησθῇ καὶ καθόλου μηθεὶς ἐκ τῶν κατὰ μέρος γένηται κλοπιμὸς τούτων νοσφισμός. ἔρρωσο ἔτους κϛ .

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.