Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.zen.1.59015v

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ευτας μετρητὰς Α τὸ δὲ κεράμιον ὡς ἑκκαι δεκάχουν ἐστίν, ὥστε γίνεσθαι τομ τῶι δωδεκα κοτύλωι τοὺς δὲ πάντας μετρητὰς ωπη χόας ι κοτύλας η γγραφει οἔχομεν δὲ ὧν ἐνεβάλοντο κεράμια Μιλήσια υνθ οἱ ἐπιπλεύσαντες Σάμια ξζ ἡμικάδια Μιλήσια ριε Σάμια ρξγ τούτων μεθανα ἐκ τοῦ Θέωνος λέμβου κεράμια Μιλήσια Σάμια ἡκμικάδια Μιλήσια Σάμια ἡμικάδια ἐκ τοῦ Ἀερόπου λέμβου κεράμια Σάμια ξβ Μιλήσια ξ ἡμικάδια Μιλήσια ἡμικάδια Σάμια ἐκ τοῦ η κέλητος κεράμια Μιλήσια ιδγ ἡμικάδια λδ καὶ ἀγὴν φέρουσιν ἐν τῶι Θέωνος λέμβωι κεράμια Μιλήσια γ ἡμικάδιον Σάμιον α ἐν τῶι Ἀερόπου κεράμιον Σάμιον α ἡμικάδιον Σάμιον α ἐν τῶι κέλητι κεράμια Μιλήσια β ἡμικάδιον Μιλήσιον α Πασικλεῖ. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἀνήγγελέν μοι Κρότος γεγραφέναι σε αὐτῶι ὅτι οἱ παῖδες οἱ ἀποδράντες μηνυτρίζοιντο εἶναι παρὰ τῶι Κολλοχούτωικολλοχι καὶ τῶι Ζαιδήλωιζαιδηλου τῶι ἀδελφῶι καὶ αἰτοίησαν μνᾶν, ἐφʼ ὧι ἀνάξουσιν, ἀργυρίου δραχμὰς ρ. καλῶς ἂν οὖν ποιήσαις τὴντὴμ πᾶσαν σπουδὴν ποιησάμενος τοῦ συλληφθῆναι αὐτοὺς ἵνα καὶ οιαοι καὶ παραδοὺς Στράτωνι τῶι κομίζοντί σοι τὸ ἐπιστόλιον. τοῦτο γὰρ ποιήσας εὐχαριστήσεις ἡμῖν. ὃ δʼ ἂν ἀνηλώσηις δώσομεν. πεπραμένη δʼ ἐστὶν ἀλαβαστροθήκη σαι· εἰ δὲ μὴ βούλει, ἐπίστειλον γράψον ὁ δὲ πριάμενος ἀποδώσει. καὶ σὺ δὲ ἐάν τινος χρείαν ἔχηις τῶν ἐν τῆι χώραι, γράφε ἡμῖν· ποιήσομεν γὰρ φιλικῶς. ἔρρωσο. Ἐπικράτει. ἐπιδημήσαντες ἐνἐμ Μαρίσηι ἐπριάμεθα ἐκ τῶν Ζαιδήλου σώματα, ὧν ἀποδεδράκασιν ἀδελ ἡμῶν δʼ εἰς Αἴγυπτον εἰσπορευομένων ἀπέδρασαν αὐτῶν παῖδες γ, τούτων ἀδελφοὶ δύο , οἳ ὀνομα ὧν τὰ ὀνόματα καὶ τὰς εἰκόνας ὑπογέγραφά σοι. προσήγγελται δὲ ἡμῖν εἶναι τούτους παρὰ Κολλοχούτωι τ καλῶς ἂν οὖν ποιήσαις τὴν πᾶσαν σπουδὴν ποιησάμενος τοῦ συλληφθῆναι αὐτοὺς καὶ παραδοὺςπαραδοθηναι Στράτωνι ὃ δʼ ἂν ἀνηλώσηις τοῖς ἀναγαγοῦσιν α υιαι τουτ ΠεισιστράτωιΠεσιστράτωι. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι. ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἀνήγελλεν ἡμῖν Κρότος γεγραφέναι Πασικλῆν μηνυτρίζεσθαι τοὺς ἀποδράντας παῖδας τ ὧν ἐπριάμεθα παρὰ ἐνἐμ Μαρίζηι τῶν Ζαιδήλου. γεγράφαμεν οὖνοὐ ἀξιοῦντες τὴντὴμ πᾶσαν ἐπιμέλειαν ποιήσασθαι ὅπως ἂν συλληφθῶσιν καὶ παραδῶι αὐτοὺς Στράτωνι τῶι τὰςτην ἐπιστολὰςἐπιστοληὰς ὑμῖν κομίζοντι. διὸ καὶ σὺ καλῶς ἂν ποιοῖς ὑπομιμνήσκων τε αὐτὸν καὶ συνσπουδάσαςσυνσπουδας ὅπως μὴ διαφύγωσιν οἱ παῖδες. καὶ σὺ δὲ εὐχαρισ τήσεις ἡμῖν γράφων, τίνων ἐάν τι βούληι τῶν ἀπὸ τῆς χώρας· φιλικῶς γάρ σοι ποιήσομεν. ἔρρωσο. Ἐπαινέτωι. παῖδές ἡμῖν τινες τυγχάνουσιν ἀποκεχωρηκότες ἡμῶν, οἳ προσηγγελμένοι εἰσὶν ἐν τῆι Ἰδουμαίαι, ἀπεστάλκαμεν δὲ ἐπʼ αὐτὸ Στράτωνα. καλῶς ἂν οὖν ποιήσαις συντάξας τῶι υἱῶιυἱ μὴ ἐνοχλεῖν αὐτὸν τὰ κατὰ τὰς λειτουργίας, ὃπως συνλάβηι τοὺς παῖδας. Ἄμμωνι. τὴν αὐτήν. ὃπως Δωροθέωι καὶ Δημαινέτωι καλῶς ἂν οὖν ποιήσαις γράψας Δωροθέωι καὶ Δημαινέτωι ὃπως μὴ ἐνοχλῆται τὰ κατὰ τὰς λειτουργίας.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.