Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.cair.zen.1.59015r
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ευτας μετρητὰς Α τὸ δὲ κεράμιον ὡς ἑκκαι δεκάχουν ἐστίν, ὥστε γίνεσθαι τομ τῶι δωδεκα κοτύλωι τοὺς δὲ πάντας μετρητὰς ωπη χόας ι κοτύλας η γγραφει οἔχομεν δὲ ὧν ἐνεβάλοντο κεράμια Μιλήσια υνθ οἱ ἐπιπλεύσαντες Σάμια ξζ ἡμικάδια Μιλήσια ριε Σάμια ρξγ τούτων μεθανα ἐκ τοῦ Θέωνος λέμβου κεράμια Μιλήσια Σάμια ἡκμικάδια Μιλήσια Σάμια ἡμικάδια ἐκ τοῦ Ἀερόπου λέμβου κεράμια Σάμια ξβ Μιλήσια ξ ἡμικάδια Μιλήσια ἡμικάδια Σάμια ἐκ τοῦ η κέλητος κεράμια Μιλήσια ιδγ ἡμικάδια λδ καὶ ἀγὴν φέρουσιν ἐν τῶι Θέωνος λέμβωι κεράμια Μιλήσια γ ἡμικάδιον Σάμιον α ἐν τῶι Ἀερόπου κεράμιον Σάμιον α ἡμικάδιον Σάμιον α ἐν τῶι κέλητι κεράμια Μιλήσια β ἡμικάδιον Μιλήσιον α ἐν οἷς ὑποτιθέμεθα μετρητὰς ι χ τούτου σύνηκται μετρηταὶ β χόες ε λοιποὶ μετρηταὶ ωπα χόες δ ὧν τίμησις ἐκἐγ δραχμῶν νβ τάλαντα ζ δραχμαὶ Γωιβ ὧν τιμὴ παραμετρουμένων εἰς τὸ βασιλικὸν τὸντὸμ μετρητὴν ἀνὰ δραχμὰς μϛ γίνονται τάλαντα λοιποὶ μετρηταὶ ϡϙζ χοὲς ζ ὧν τιμὴ τάλαντα η Γωνζ Αωοθ τούτου τέλος τὸ ἥμισυἥμυσυ τάλαντα γ δραχμαὶ Δϡϛ διακοσιαστὴ δραχμαὶ σκθ εὐπλοίας τοῦ μετρητοῦ ἡμιωβέλιον γίνονται δραχμαὶ ογ ὀβολοὶ β 𐅵 τριηράρχημα κεραμίων φκφκδ ἀνὰ ὀβολὸν γίνονται δραχμαὶ πϛ τετρώβολον ἡμικαδίων σοε ἀνὰ ἡμιωβέλιον γίνονται δραχμαὶ κβ ὀβολοὶ ε 𐅵 φκα ὀβολοὶ γ 𐅵 ἐπωβελία ὡσαύτως δραχμαὶ ρθ ὀβολοὶ γ 𐅵 ναῦλον τῶι Θέωνος κεραμίων σνε ἀνὰ δραχμὴν α τετρώβολον γίνονται δραχμαὶ υκε ἡμικαδίων ρα ἀνὰ δραχμὴν α ὀβολὸν α 𐅵 γίνονται δραχμαὶ ρκϛ ὀβολὸς α 𐅵 τῶι Ἀερόπου κεραμίων ρκβ δραχμαὶ σγ διώβολον ἡμικαδίων ρμ δραχμαὶ ροε τῶι κέλητι κεραμίων ρμγ δραχμαὶ σλζ διώβολον Ασθ ὀβολοὶ β 𐅵 ἡμικαδίων λδ δραχμαὶ μβ τριώβολον τὸ πᾶν ἀνήλωμα τάλαντα δ δραχμαὶ χλζ λοιπὰ τάλαντα γ δραχμαὶ Γροε ριϛ χόες γ τάλαντον α δραχμαὶ με οὗ τιμὴ παραμετρουμένου εἰς τὸ βασιλικὸν τὸντὸμ μετρητὴν δραχμῶν μϛ γίνονται τάλαντα ζ Γχνα ὀβολὸς τῶν Α μετρητῶν τιμὴ τάλαντα ζ Δ ἀφαιρουμένης δὲ τῆς ἀγῆς μετρητῶν ζ χοῶν ζ οὗ τιμὴ δραχμαὶ τμη πεντώβολον λοιπὰ ἀργυρίου τάλαντα ζ Βχοα ὀβολὸς ἀπὸ τούτου τέλος ἐκ τιμήσεως μετρητῶν ϡϙβ χοῶν ε τοῦ μετρητοῦ δραχμαὶ νβ γίνονται τάλαντα η δραχμαὶ Γφοε διώβολον τούτου τὸ ἥμισυἥμυσυ τάλαντα δ Αψπζ τετρώβολον διακοσιαστὴ σνζ ὀβολοὶ ε 𐅵 εὐπλοίας τοῦ μετρητοῦ ἡμιωβέλιον πβ ὀβολοὶ δ 𐅵 χαλκοῦς β Πασικλεῖ. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι· ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἀνήγγελέν μοι Κρότος γεγραφέναι σε αὐτῶι ὅτι οἱ παῖδες οἱ ἀποδράντες μηνυτρίζοιντο εἶναι παρὰ τῶι Κολλοχούτωικολλοχι καὶ τῶι Ζαιδήλωιζαιδηλου τῶι ἀδελφῶι καὶ αἰτοίησαν μνᾶν, ἐφʼ ὧι ἀνάξουσιν, ἀργυρίου δραχμὰς ρ. καλῶς ἂν οὖν ποιήσαις τὴντὴμ πᾶσαν σπουδὴν ποιησάμενος τοῦ συλληφθῆναι αὐτοὺς ἵνα καὶ οιαοι καὶ παραδοὺς Στράτωνι τῶι κομίζοντί σοι τὸ ἐπιστόλιον. τοῦτο γὰρ ποιήσας εὐχαριστήσεις ἡμῖν. ὃ δʼ ἂν ἀνηλώσηις δώσομεν. πεπραμένη δʼ ἐστὶν ἀλαβαστροθήκη σαι· εἰ δὲ μὴ βούλει, ἐπίστειλον γράψον ὁ δὲ πριάμενος ἀποδώσει. καὶ σὺ δὲ ἐάν τινος χρείαν ἔχηις τῶν ἐν τῆι χώραι, γράφε ἡμῖν· ποιήσομεν γὰρ φιλικῶς. ἔρρωσο. Ἐπικράτει. ἐπιδημήσαντες ἐνἐμ Μαρίσηι ἐπριάμεθα ἐκ τῶν Ζαιδήλου σώματα, ὧν ἀποδεδράκασιν ἀδελ ἡμῶν δʼ εἰς Αἴγυπτον εἰσπορευομένων ἀπέδρασαν αὐτῶν παῖδες γ, τούτων ἀδελφοὶ δύο , οἳ ὀνομα ὧν τὰ ὀνόματα καὶ τὰς εἰκόνας ὑπογέγραφά σοι. προσήγγελται δὲ ἡμῖν εἶναι τούτους παρὰ Κολλοχούτωι τ καλῶς ἂν οὖν ποιήσαις τὴν πᾶσαν σπουδὴν ποιησάμενος τοῦ συλληφθῆναι αὐτοὺς καὶ παραδοὺςπαραδοθηναι Στράτωνι ὃ δʼ ἂν ἀνηλώσηις τοῖς ἀναγαγοῦσιν α υιαι τουτ ΠεισιστράτωιΠεσιστράτωι. εἰ ἔρρωσαι, καλῶς ἂν ἔχοι. ὑγιαίνομεν δὲ καὶ αὐτοί. ἀνήγελλεν ἡμῖν Κρότος γεγραφέναι Πασικλῆν μηνυτρίζεσθαι τοὺς ἀποδράντας παῖδας τ ὧν ἐπριάμεθα παρὰ ἐνἐμ Μαρίζηι τῶν Ζαιδήλου. γεγράφαμεν οὖνοὐ ἀξιοῦντες τὴντὴμ πᾶσαν ἐπιμέλειαν ποιήσασθαι ὅπως ἂν συλληφθῶσιν καὶ παραδῶι αὐτοὺς Στράτωνι τῶι τὰςτην ἐπιστολὰςἐπιστοληὰς ὑμῖν κομίζοντι. διὸ καὶ σὺ καλῶς ἂν ποιοῖς ὑπομιμνήσκων τε αὐτὸν καὶ συνσπουδάσαςσυνσπουδας ὅπως μὴ διαφύγωσιν οἱ παῖδες. καὶ σὺ δὲ εὐχαρισ τήσεις ἡμῖν γράφων, τίνων ἐάν τι βούληι τῶν ἀπὸ τῆς χώρας· φιλικῶς γάρ σοι ποιήσομεν. ἔρρωσο. Ἐπαινέτωι. παῖδές ἡμῖν τινες τυγχάνουσιν ἀποκεχωρηκότες ἡμῶν, οἳ προσηγγελμένοι εἰσὶν ἐν τῆι Ἰδουμαίαι, ἀπεστάλκαμεν δὲ ἐπʼ αὐτὸ Στράτωνα. καλῶς ἂν οὖν ποιήσαις συντάξας τῶι υἱῶιυἱ μὴ ἐνοχλεῖν αὐτὸν τὰ κατὰ τὰς λειτουργίας, ὃπως συνλάβηι τοὺς παῖδας. Ἄμμωνι. τὴν αὐτήν. ὃπως Δωροθέωι καὶ Δημαινέτωι καλῶς ἂν οὖν ποιήσαις γράψας Δωροθέωι καὶ Δημαινέτωι ὃπως μὴ ἐνοχλῆται τὰ κατὰ τὰς λειτουργίας.Cross-references (3)
- TM-Text 676 primary
- DDbDP-Text p.cair.zen;1;59015r tier-1
- HGV-Text 676 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.