no image
DDbDP-text
Privatbrief via HGV-meta
Letter from Athanasia to her mother with greetings to family. A private letter from a woman named Athanasia to her mother (addressed also as 'my mothers'), reassuring her not to worry, thanking God that Taos has set off, and sending greetings to many relatives and acquaintances. It dates to the 3rd or 4th century AD and uses Christian-style formulas. machine translation
Linked by Trismegistos ID
TM 30581.
Each record below describes this same artifact or text from a different angle.
[r]
ταῖς κυρίαις μου μητράσι παρὰ Ἀθανασίου χαίρειν. πρὸ μὲν πάντων
εὔχομαι τῶι κυρίῳ ἡμῶν θεῷ ὁλοκληρεῖν
καὶ ὑγιαίνειν σε. μαθὲ οὖν, κυρία μου μήτηρ, ὅτι προσκυνῶ τοὺς ποδὰς ὑμῶν.
μὴ ἀγωνία οὖν περὶ μοῦ, […]
εὐχαριστοῦμεν τῷ κυρίῳ ἡμῶν
θεῷ, ὅτι Ταὼς ἄρτι συναπῆρε.
ἀσπάζομαι τὸν κύριόν μου Παίσια καὶ τὴν
κυρίαν μου μητέρα καὶ τὴν ἀδελφήν
μου Ὡριγενίαν καὶ Θαεῖν καὶ Σοφίαν
καὶ Δευκίλαν καὶ Εὐδαίμονα καὶ Ἡρακλείδην καὶ Διονύσιον. ἀσπάζομαι
τὸν κύριόν μου ἀδελφὸν Πέκυλον
καὶ τὰ τέκνα αὐτοῦ. ἀσπάζομαι Ζώσιμον καὶ Κάλοπον καὶ Ἡλλάλιβεν καὶ
Μακεδόνιν καὶ Θατλῆν καὶ Πειπέριν καὶ Νίκην καὶ Ζωσίμην καὶ πάντας τοὺς ὑμῶν κατʼ ὄνομα.
ἐρρῶσθαί σε εὔχομαι, κυρία μου
μήτηρ. προσαγορεύω ὅλους τοὺς
ὑμῶν κατʼ ὄνομα. διευτύχει.
[v]
τῇ κυρίᾳ μου μητρὶ παρʼ Ἀθανασίου τῆς θυγατρόςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.