no image
DDbDP-text
Letter of Athanasius via HGV-meta
Letter from Athanasios to Papnoutios asking for prayers in illness. A Christian letter from Athanasios to the holy man Papnoutios, asking for his prayers because he, his mother and Didyme are ill, and thanking him for sending his son Horion. Written in the mid-4th century AD. machine translation
Linked by Trismegistos ID
TM 32662.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ πατρὶ Παπνουτίῳ
Ἀθανάσιος ἐν κυρίῳ θεῷ χαίρειν.
ὁ παντοκράτωρ θεὸς καὶ ὁ Χριστὸς αὐτοῦ δοίη τὴν σὴν θεοσέβειαν
παραμένειν ἡμῖν πολὺν χρόνον καὶ μεμνῆσθαι ἡμῶν ἐν ταῖς
σαῖς προσευχαῖς· τῆς γὰρ σῆς ἁγιότητος τοῦτο διατελούσης
ἔσται ἡμῖν ἁπανταχῃ ὑγιαίνειν. παρακαλῶ οὖν πυκνοτέρως ἡμῶν μνήσθητι· αἱ γὰρ παρʼ ὑμῶν διδόμεναι εὐχαὶ ἀναλαμβάνονται διὰ τὴν ἁγίαν ἀγάπην σου, καὶ ὡς ἐὰν αἰτήσησθε ὑμεῖς
ἐν ταῖς ἁγίαις σου προσευχαῖς εὖ ἕξει τὸ ἡμέτερον. χαριοῦμαι τῷ δικαίῳ
πισθεὶς ὡς ἁπανταχῇ ποιεῖς ἡμῶν μνήμην· καὶ γὰρ οἶδα ὅτι
φιλεῖς ἡμᾶς· μάλιστα δʼ ἐστὶ φροντίς μοι Διδύμης καὶ τῆς
μητρός ?: ἡ γὰρ Διδύμη […]ον καὶ ἡ μήτηρ μου ἀνωμαλεῖ
…… ἀγὼν οὖν μέγιστος περὶ ἐμοῦ ἐστὶ προσπάσχοντος
……α καὶ ἀτονώτατα ἔχοντος· πιστεύω δὲ εἰς τὸν ἁπάντων
σωτῆρα. διάγοντες δὲ ἐν ταύταις ταῖς νόσοις ἡδόμεθα ὅτι καὶ διὰ
μερίμνης σοι γέγονεν τὸν καλὸν υἱὸν Ὡρίωνα ἀποστεῖλαι
πρὸς ἡμᾶς. Θεοδόσιος, […]σθ…[…]…, Ἀντίοχος, Διδύμη, ἡ μήτηρ, πάντες
οἱ τοῦ ἡμετέρου οἰκου πολλά σε καὶ προσκυνοῦμεν καὶ προσαγορεύομεν,
τιμιώτατε ἀγαπητὲ πάτερ. ἐρρωμένον σε ἡ θεία διαφυλάξειε πρόνοια ἐπὶ μήκιστον χρόνον ἀεὶ μιμνησκόμενον ἡμῶν,
ἀγαπητέ, τιμιώτατε.
[v]
τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ πατρὶ Παπνουτίῳ
Ἀθανάσιος ἐν κυρίῳ θεῷ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.