no image
DDbDP-text
Letter from Herakleides to Apa Paphnoutios asking for prayers in illness. A Christian letter from Herakleides to the holy man Apa Paphnoutios, asking for his prayers and for oil because of a serious illness. Herakleides says no human help can save him, only hope through Christ by the father's prayers. It dates to the mid-4th century AD. machine translation
Linked by Trismegistos ID
TM 32661.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ παρὰ θεῷ ἠγαπημένῳ πατρὶ ἄπα Παπνουτίῳ
Ἡρακλείδης.
ἀεὶ μὲν σὸς ὁ καιρὸς τοῦ εὔξασθαι ὑπὲρ ἡμῶν, καὶ τῆς παρὰ τοῦ κρειττονος
διὰ τῶν εὐχῶν σου βοηθείας δεόμεθα· νῦν δὲ πλέον παρακαλῶ σε τοῦτο
καὶ εἰς ὄνομά μου καὶ πρὸς τὴν καταλαβοῦσάν με νόσον ἐπείγουσάν με
ποιῆσαι καὶ τὸ ἔλαιον κα…[…]…ρκ…υ…[…]ς…[…] δοῦναι ?. οὐ γὰρ
ἄλλως βοηθεῖσθαι πιστεύω[…]
γα[…]ροις χριστοφορίας ἕως ὑγίειαν ἔχεις. ἐρρῶσθαί σε
ἐν κυρίῳ Χρηστῷ εὔχομαι ἐπὶ πολὺν
χρόνον εὐχόμενον ὑπὲρ ἐμοῦ συνεχῶς, πάτερ θεοσεβέστατε
καὶ ὁ προφήτης βοᾷ, ἐν θλίψει ἐπεκαλεσάμην καὶ εἰσήκουσεν
μου. νῦν ἀληθῶς θλῖψις ἐν ᾗ εἰμί, ὅπου οὔτε ἀδελφοῦ οὔτε
τινὸς ἄλλου βοηθῆσαι δύναται βοήθεια εἰ μὴ ἡ διὰ τοῦ κυρίου ἡμῶν
Χριστοῦ διὰ τῶν ὑμῶν εὐχῶν προσδοκωμένη ἐλπίς.
[v]
τῷ παρὰ θεῷ ἠγαπημένω πατρὶ ἄπα Παπνουτίῳ
Ἡρακλείδης.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.