no image
DDbDP-text
Letter from Valeria to Apa Paphnouthios asking prayers for healing. A Christian woman named Valeria writes to the holy man Apa Paphnouthios asking him to pray for her healing from a severe breathing illness. She also asks his prayers for her daughters Bassiane and Theoklia and her husband. Mid-4th century AD, Egypt. machine translation
Linked by Trismegistos ID
TM 32659.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ τιμιωτάτῳ καὶ χριστοφόρῳ
καὶ πάσης ἀρετῆς κεκοσμημένῳ Ἄππα Παφνουθίω.
Οὐαλερία ἐν Χριστῷ χαίρειν.
ἀξιῶ καὶ παρακαλῶ σε, τιμιώτατε πατερ, ἵνα …ι…σφηκιν αἰτήσῃς μοι
παρὰ τῷ Χριστῷ καὶ ἴασιν λάβω·
οὕτως πιστεύω διὰ τῶν σῶν εὐχῶν
ἴασιν λαμβάνω, τῶν γὰρ ἀσκουντων καὶ θρησκευόντων ἀποκαλύμματα δεικνύονται. μεγάλῃ γὰρ
νόσῳ περίκειμαι δυσπνοίας δεινῆς.
οὕτως γὰρ πεπίστευκα καὶ πιστεύω
ὅτι ἐὰν εὔξῃ ἐπάνω μου ἴασιν
λαμβάνω. δέομαι τῷ θεῷ δέομαι
καὶ σοι μνήσθητί μου ἐν τῇ ἁγίᾳ σου
προσευχῇ. εἰ καὶ ἐν σώματι οὐκ ἧκα
παρὰ τοὺς πόδας σου ἐν πνεύματι
ἧκα πρὸς τοὺς πόδας σου. προσαγορεύω τὰς θυγατέρας μου, καὶ
μνήσθητι αὐτῶν ἐν τῇ ἁγίᾳ σου
προσευχῇ, Βασσιανῆς καὶ Θεοκλίας.
ἀσπάζεται σε πολλὰ καὶ ὁ σύνβιός μου, καὶ εὔχου ἐπάνω αὐτοῦ.
ἀσπάζεταί σε δὲ καὶ ὅλος ὁ οἶκός
μου. ἐρρῶσθαί σε εὔχομαι,
τιμιώτατε πάτερ.
[v]
τῷ τιμιωτάτῳ πατρὶ Ἄππα Παφνουτίῳ παρὰ τῆς θυγατρὸς Οὐαλερίας.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.