no image
DDbDP-text
Letter from Ammonios to father Papnouthios requesting his prayers. A Christian letter from Ammonios to the holy man Papnouthios, asking for his prayers against the devil's temptations and human plots, and reporting that he met with brother Didymos about a matter as Papnouthios had instructed. It dates to the mid-4th century AD. machine translation
Linked by Trismegistos ID
TM 32656.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ ἀγαπητῷ καὶ θεοσεβεστάτῳ καὶ θεοφιλεῖ καὶ εὐλογημένῳ πατρὶ Παπνουθίῳ
Ἀμμώνιος ἐν κυρίῳ
θεῷ χαίρειν.
οἶδα μὲν ἀεὶ ὅτι διὰ τῶν ἁγίων σου εὐχῶν σωθήσομαι
ἀπὸ παντὸς πειρατηρίου τοῦ
διαβόλου καὶ ἀπὸ πάσης ἐπιβουλίας ἀνθρώπων, καὶ
νῦν παρακαλῶ ὅπως
μνημονεύσῃς μου ἐν ταῖς
ἁγίαις εὐχαῖς σου· μετὰ γὰρ
τὸν θεὸν ἡ σωτηρία μου
εἶ σύ. ἀπήντησεν πρός με
ὁ ἀδελφὸς ἡμῶν Δίδυμος ?,
καὶ καθώς μοι εἶπας περὶ
τοῦ πράγματος ἀπήντησα
πρὸς αὐτόν. ἐρρῶσθαί σε εὔχομαι
πολλοῖς χρόνοις,
γλυκύτατε πάτερ·
ὁ θεὸς τῆς εἰρήνης
διαφυλάξῃ σε ἐπὶ μήκιστον χρόνον.
[v]
☧ τῷ κυρίω ἀγαπητῷ πατρὶ ΠαπνουθίῳSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.