no image
DDbDP-text
Letter from Pianios to the anchorite Apa Papnoutios asking for prayers. A Christian letter from Pianios to the anchorite Apa Papnoutios, taking the chance of a traveller to greet him, asking for his prayers to be delivered from his sins and the troubles pressing on him, and sending greetings to the brothers with him. It dates to the mid-4th century AD. machine translation
Linked by Trismegistos ID
TM 32658.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ ποθεινοτάτῳ ἐπιστήμης ὑπερβάλλοντι
ἄπα Παπνουτίῳ Πιάνιος ἐν κυρίῳ θεῷ χαίρειν.
εὐκαιρηθεὶς τοῦ συντείνοντος πρὸς τὴν θεοσέβειάν σου ἀναγκαῖον ἡγησάμην προσαγορεῦσαι τὴν εὐλάβειάν σου διὰ γραμμάτων, εὐχόμενος τῷ Χριστῷ καὶ αὐταῖς ὄψεσίν σε περιπτύξασθαί καταξιωθῆναί με· ἔτι γὰρ τῷ
πνεύματί σε εστ[…]ειπ[…], καθʼ ἑκάστην δὲ προσαγ[…]…[…]…[…]σκω παρακαλῶ δὲ τὴν
ἁγιότητά σου ἵνα καταξιώσῃς εὔξασθαι
ὑπὲρ τῶν ἁμαρτιῶν μου ἵνα ὁ θεὸς ῥυσηταί με ἐκ
τῶν[…]καὶ ἐκ τῶν ἀναγκῶν τῶν ἐπικειμένων μοι. πρόσειπε τοὺς ἀδελφοὺς
παρʼ ἡμῶν[…]ων πρόσειπε παρʼ ἐμοῦ
ὑπὲρ […] τοῦ θρεπτοῦ Ἀθανασίου Εὐ[…]ωσον· καὶ αὐτὸς γὰρ τῶν
ἀγαπώντων τὴν θεοσέβειάν σου τυγχάνει.
ἐγὼ Ἀθανάσιον προσαγορεύω τὸν κύριόν
μου καὶ Εὐσέβιον καὶ Ἁρηοῦν καὶ πάντας
τοὺς ἀδελφοὺς τοὺς ὄντας παρὰ τῇ ἁγιότητί
σου. προσσερ…[…]… ὑμᾶς καὶ ὁ ἀδελφὸς
αὐτοῦ Δωρόθεος. ἐρρῶσθαί σε ἐν κυρίῳ πολλοῖς εὔχομαι
χρόνοις, κύριέ μου ποθείνοτατε.
[v]
τῷ ἀγαπητῷ ἀδελφῷ μου Παπνουτίῳ ἀναχωρητῇ
[…] μονῆς μοναχῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.