no image
DDbDP-text
Letter from Pennes to apa Paieous with prayers and greetings. A Christian letter from Pennes to apa Paieous, a monastic leader, offering prayers and greetings from himself, the blessed Paulos and the brothers. It praises the love (charity) of Paieous's community, attested by two fishermen, Psais and Harpokras. It comes from the Herakleopolite or Kynopolite nome. machine translation
Linked by Trismegistos ID
TM 16857.
Each record below describes this same artifact or text from a different angle.
[r,1]
τῷ κυρίῳ καὶ ἀδελφῷ ἡμῶν
[…]ἄπα Παιηοῦτι Πέννης
ἐν κυρίῳ πλεῖστα χαίρειν.
πρὸ μὲν πάντων εὔχομαι τῷ κυρίῳ θεῷ
[…]…τ… ἀγαγόντων σὺν
[…]…[…] τῶ ἔχοντι πάντα[…]ἀδελφῶν συμπονούντων
[…] διάθεσιν τὴν ἀδελφῷ
[…]σε μάλιστα ὅτι σὺν θεῷ
[…]υασμε…[…] ἀλλήλων τὴν
[…]τὴν ἐν ἡμῖν προοδεύουσαν
[…]ταύτην. εὔχομαι οὖν τῷ ἀειμνήστῳ θεῷ πάσαις ὥραις περὶ σοῦ καὶ περὶ
τῶν ἀδελφῶν ἐν Χριστῷ· καὶ γὰρ προσῆκόν
ἐστιν ἀλλήλων μιμνήσκεσθαι ἐν κυρίῳ Χριστῷ διὰ
τὴν ἑκατέρων ὑγίειαν· τοῦτο δὲ ποιοῦντες
Χριστιανοὶ κληθήσομεν ἐν Χριστῷ. τοῦτο δὲ
ἐν στέρνοις ἔχω ὅτι καὶ ἂν ἤμεθα μακρὰν
ἀλλήλων ἐν τῇ πίστει τοῦ ἀειμνήστου θεοῦ
καὶ σωτῆρος ἡμῶν …ι…αμεν καὶ ἐπʼ αὐτόν
[r,2]
ἐστιν ἡ σωτηρία ἡμῶν Χριστοῦ δυνάμει ὄντων σὺν τοῖς
πράττουσι τὴν αὐτοῦ μεγάλην δύναμιν καὶ συνεσχηκότων τὴν προσηγορίαν. προσαγορεύω σε
πολλὰ καὶ τοὺς ἀδελφοὺς πάντας κατʼ ὄνομα τοὺς σὺν
σοί, καὶ ὁ μακάριος Παῦλος προσαγορεύει σε καὶ τοὺς
σὺν σοὶ ἀδελφούς, καὶ οἱ σὺν ἡμῖν πάντες ἀδελφοὶ
προσαγορεύουσί σε μετὰ καὶ πάντων τῶν
σὺν σοὶ ἀδελφῶν. ἐφάνη δὲ ἡ ἀγάπη ὑμῶν
ἐν πᾶσι ἡ προκηρυσσομένη, μάλιστα ἡ μαρτυρηθεῖσα ἡμῖν ὑπὸ Ψάιτος καὶ Ἁρποκρᾶ ἁλιέων,
ὡς καὶ συνηρίθμηται ταῖς ἄλλαις ἀγάπαις.
τοῦτο δὲ ποιοῦντες συγχριστοὶ κληθήσομεν.
[v]
[…]ἄπα Παιηοῦτι
[…]ος.
[… 1 line lost …]Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.