no image
DDbDP-text
Letter from Charisios to Apa Paieous with greetings and gifts of food. A letter from Charisios to Apa Paieous, his spiritual father and leader of a monastic community, sending greetings to many named brothers and gifts of dates, lentil meal, raisins and sweet oil. He promises to come soon, God willing. machine translation
Linked by Trismegistos ID
TM 16856.
Each record below describes this same artifact or text from a different angle.
[r]
τῷ τιμιωτάτῳ καὶ ἠγαπημένῳ πατρὶ ἄπα Παιηοῦτι Χαρίσιος πλεῖστα χαίρειν. πρὸ μὲν
πάντων ἀσπάζομαί σε πολλὰ ἐν κυρίῳ, ἀσπάζομαι
ἄπα Διόσκορον καὶ ἄπα Τρύφωνα καὶ ἄπα Γερόντιον καὶ ἄπα Ἱέρακα καὶ τοὺς σὺν ὑμῖν ἀδελφοὺς
κατʼ ὄνομα, ἀσπάζομαι Πετνίριον καὶ Λεωνίδην καὶ Πετθυβέστιον καὶ Παπνούθην καὶ ἄπα
Τουᾶν καὶ ἄπα Πανᾶρε, ἀσπάζομαι Παπνούθην
τὸν Ἀνταιοπολίτην καὶ Κολοβὸν καὶ τοὺς ἀδελφοὺς κατʼ ὄνομα. εἰδὼς οὖν τὴν σπουδήν
σου, πάτερ ἄπα Παιηοῦς, περὶ πάντων ἀδελφῶν
μάλιστα ἐμοῦ, ἰδοὺ ἔπεμψά σοι φοινίκια
ἀρτάβας δύο καὶ ἄλευρα φακοῦ ἀρτάβας
μίαν καὶ πρὸς καὶ σταφύλια κνίδιον ἕν
καὶ γλυκελαίας κνίδιον ἕν · καὶ εἴ τι
χρείαν ἔχεις πέμψον μοι καὶ μὴ ἀμέλησα
περὶ ὧν εἶπόν σοι· καὶ ἐὰν θέλῃ ὁ θεὸς τάχα
ἔρχομαι πρὸς ὑμᾶς ἐν τάχει. ἀσπάζονται
Πσαλιοῦς καὶ οἱ σὺν ἡμῖν πάντας
[… 1 line lost …]
[v]
ἀπόδος ἄπα Παιηοῦτι
παρὰ Χαρισίου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.